Against Philocles
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
τί χρὴ λέγειν πρὸς τῶν θεῶν περὶ τοιούτων ἀνθρώπων,[*](τοιούτων ἀνθρώπων Ν: τοιούτου ἀνθρώπου Α.) ἢ πῶς[*](ἢ πῶς Bekker: ὅπως codd.) χρήσεσθε τῇ τούτου πονηρίᾳ; ὃς οὐχ ἅπαξ ἀλλὰ τρὶς ἐξεληλεγμένος ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ὡς ὑμεῖς ἅπαντες ἴστε καὶ νῦν ἐν τῷ δήμῳ ἠκούετε, καὶ ἐψευσμένος ἁπάντων Ἀθηναίων ἐναντίον καὶ τῶν περιεστηκότων, φάσκων κωλύσειν Ἅρπαλον εἰς τὸν Πειραιᾶ καταπλεῦσαι,[*](καταπλεῦσαι Bekker: καταπλεύσειν codd.) στρατηγὸς ὑφʼ ὑμῶν ἐπὶ τὴν Μουνιχίαν καὶ τὰ νεώρια κεχειροτονημένος,
καὶ δῶρα τολμήσας λαβεῖν κατὰ πάντων ὑμῶν καὶ τῆς χώρας καὶ παίδων καὶ γυναικῶν, καὶ ἐπιωρκηκὼς ὃν ὤμοσεν ὅρκον μεταξὺ τοῦ ἕδους καὶ τῆς τραπέζης, καὶ γράψας καθʼ ἑαυτοῦ ψήφισμα, καὶ θανάτου τιμησάμενος ἐὰν εἰλήφῃ[*](εἰλήφῃ Bekker: εἴληφέ codd.) τι τῶν χρημάτων ὧν Ἅρπαλος εἰς τὴν χώραν ἐκόμισεν,