Against Aristogiton

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

αὐτὸν δὲ τοῦτον, ὅτʼ εἰς τὸ δεσμωτήριον τὸ πρῶτον ἀπήχθη — πολλάκις γὰρ ἴστε τοῦτο δήπου γεγενημένον —, τοιαῦτα τολμήσαντα ποιεῖν αὐτοῦ,[*](αὐτοῦ Wurm: αὐτούς codd.) ὥστʼ ἐκείνους ἀποψηφίσασθαι μήτε πῦρ ἐναύειν τούτῳ μήτε συσσιτεῖν μηδένα μήτε θυσιῶν τῶν γιγνομένων κοινωνεῖν; καίτοι, ὦ Ἀθηναῖοι, τίνα χρὴ τοῦτον νομίζειν ἔχειν διάνοιαν, ὃς διὰ μὲν πονηρίαν εἰς τὸ δεσμωτήριον ἐνέπεσεν,

ἐκεῖ δʼ ὢν παρὰ τοῖς ἐκ τῶν ἄλλων ἀνθρώπων κακούργοις ἀπηγμένοις[*](ἀπηγμένοις Wurm: ἀνηγμένοις codd.) οὕτως εἶναι πονηρὸς ἔδοξεν, ὥστε μηδʼ ἐκεῖ[*](ἐκεῖ Dobree: ἐκείνοις codd.) τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφθέντα τουτονὶ παρʼ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀνοσιώτερος ἵνα ἐξῆν ἀπάγειν τοὺς ἐκ[*](ἐκ Α: ἐκ τοῦ Ν.) δεσμωτηρίου κλέπτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι; καὶ ταῦθʼ, ὅπερ[*](ὅπερ Blass: ἅπερ codd.) ἀρτίως εἶπον, τίς οὐκ οἶδε καταμαρτυρηθέντʼ Ἀριστογείτονος, ὅτʼ ἐμπορίου ἐπιμελητὴς λαχὼν ἀπεδοκιμάσθη ὑπὸ τῶν τότε δικαζόντων ἄρχειν ταύτην τὴν[*](ταύτην τὴν Baiter et Sauppe: αὐτὴν τὴν Ν: τὴν αὐτὴν Α.) ἀρχήν;

ἔπειτʼ εἰρωνεύεσθε πρὸς ὑμᾶς αὐτούς, καὶ περὶ Ἀριστογείτονος μέλλοντες φέρειν τὴν ψῆφον ἐλεεῖτε, ὃς τὸν αὑτοῦ πατέρα κακῶς διατιθέμενον ὑπὸ τοῦ[*](τοῦ om. A.) λιμοῦ οὐκ ἠλέησεν; ἔπειτα παρʼ ἡμῶν ἔτι λόγους ἀκούειν βούλεσθε περὶ τῆς Ἀριστογείτονος τιμήσεως, ὃν ἴστε ἀκριβῶς ὅτι δικαίως ἂν καὶ ἐκ τοῦ ἄλλου βίου καὶ ἐκ τῶν νῦν αὐτῷ πεπραγμένων τῆς ἐσχάτης τύχοι τιμωρίας;

οὐκ Ἀριστογείτων ἐστίν, ὦ Ἀθηναῖοι, ὁ κατὰ τῆς ἱερείας τῆς Ἀρτέμιδος τῆς Βραυρωνίας[*](Βραυρωνίας Markland: βαυβρωνίας ΝΑ.) καὶ τῶν οἰκείων αὐτῆς τοιαῦτα γράψας καὶ ψευσάμενος, ὥσθʼ ὑμᾶς, ἐπειδὴ τὴν ἀλήθειαν ἐπύθεσθε παρὰ τῶν κατηγόρων, πέντε ταλάντων τιμῆσαι τούτῳ,[*](τούτῳ Ν: τοῦτον Α.) ὅσονπερ ἦν ἐπὶ τῇ τῶν παρανόμων γραφῇ τίμημα ἐπιγεγραμμένον; οὐχ[*](οὐχ Schmidt: ὃ codd., ret. Bekker (del. τοῦτο).) οὗτος πρὶν ἐκτῖσαι τοῦτο, συκοφαντῶν τὸν ἐντυγχάνοντα ὑμῶν καὶ λέγων καὶ γράφων ἐν τῷ δήμῳ διατετέλεκε, καὶ καταφρονῶν ἁπασῶν τῶν τιμωριῶν αἳ κατὰ τῶν ἀδικούντων ἐν τοῖς νόμοις εἰσὶ γεγραμμέναι;

οὐ τὸ τελευταῖον οὗτος ἐνδειχθεὶς ὑπὸ Λυκούργου, καὶ ἐξελεγχθεὶς ὀφείλων τῷ δημοσίῳ λέγειν οὐκ ἐξὸν αὐτῷ, καὶ παραδοθεὶς τοῖς ἕνδεκα κατὰ τοὺς νόμους, περιπατῶν ἔμπροσθεν τῶν δικαστηρίων[*](Post δικαστηρίων intercidisse ὤφθη vel ἑωρᾶτο susp. Reiske.) --- καὶ εἰς τὴν προεδρίαν τῶν[*](τῶν Α: τὴν Ν.) πρυτάνεων ἐκάθιζεν;[*](ἐκάθιζεν] ἐγκαθίζων Reiske.)

εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι κατεψηφισμένον[*](Post κατεψηφισμένον Sauppe δʼ addidit.) ὑπὸ τῶν πολιτῶν ἐνδειχθέντα,[*](ἐνδειχθέντα Ald.: διδαχθέντες ΝΑ: καὶ ἀπαχθέντα Sauppe.) φυλάξαι δʼ[*](δʼ del. Sauppe.) οὔθʼ οἱ ἕνδεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε συμβούλῳ χρῆσθαι; καὶ ὁ μὲν νόμος εὐξάμενον[*](εὐξάμενον Α: εὐξάμενος Ν.) κελεύει τὸν κήρυκα μετʼ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι· ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ πατέρα γεγενημένον, τοῦτον μεθʼ ὑμῶν καὶ μετὰ τῶν ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ὤεσθε δεῖν συγγνώμην ἔχειν,