Against Aristogiton
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
διόπερ, ὦ Ἀθηναῖοι, οὗτός μοι δοκεῖ, τὸν ἀγῶνα αὑτῷ ἀσφαλῆ εἶναι νομίζων, διαπειρασόμενος ἥκειν τῆς ὑμετέρας γνώμης. ἅπαντα γὰρ αὐτῷ πολλάκις τὰ δεινὰ συμβέβηκε, πλὴν τοῦ ἀποθανεῖν· τοῦτο δʼ, ἂν θεὸς θέλῃ καὶ ὑμεῖς σωφρονῆτε, ἐν τῇ τήμερον ἡμέρᾳ συμβήσεται. οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα βελτίω γενήσεσθαι αὐτὸν προσδοκᾶτε συγγνώμης νυνὶ τυγχάνοντα παρʼ ὑμῶν, οὐδὲ τὸ λοιπὸν ἀφέξεσθαι τοῦ λαμβάνειν χρήματα καθʼ ὑμῶν, ἐὰν νῦν ἀφῆτε αὐτόν. πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχʼ ἄν[*](τάχʼ ἄν Bekker: τάχα codd.) τις κολάζων δυνηθείη, ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγευμένην[*](γεγευμένην B, Bekker: γεγενημένην ΝΑ.) τῶν εἰθισμένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν.
εἰ μὲν οὖν ἐγγενήσεσθαι βούλεσθε δευσοποιὸν ἐν τῇ πόλει πονηρίαν, διαφυλάττειν ὑμᾶς Ἀριστογείτονα δεῖ, καὶ ἐᾶν ὅ τι ἄν [τις][*](τις del. Bekker.) βούληται ἐν τῇ πόλει διαπράττεσθαι· εἰ δὲ τοὺς πονηροὺς καὶ καταράτους ἀνθρώπους μισεῖτε καὶ ἔστιν ὑμῖν ὀργὴ καὶ μνήμη τῶν πρότερον ὑπὸ τούτου πεπραγμένων, ἀποκτείνατε τοῦτον, ὃς παρʼ ʼΑρπάλου λαβεῖν χρήματα ἐτόλμησεν, ὃν ᾔσθεθʼ ἥκειν καταληψόμενον τὴν πόλιν ὑμῶν,[*](ὑμῶν Α: ἡμῶν Ν.) καὶ τὰς προφάσεις καὶ τοὺς φενακισμοὺς ἐκκόψατε αὐτοῦ· τούτοις γὰρ ἥκει πιστεύων πρὸς ὑμᾶς.
ἆρʼ ἴσθʼ ὅτι τῆς ʼΑρπάλου ἀφίξεως δυσχεροῦς οὔσης ἐκεῖνο συμβέβηκεν εὐτύχημα τῇ πόλει, διότι πεῖραν εἰλήφατʼ ἀκριβῆ τῶν ἕνεκʼ ἀργυρίου καὶ χρυσίου προϊεμένων πάντα τοῖς τῆς πόλεως ἐχθροῖς; μὴ καταρρᾳθυμήσητε, ὦ Ἀθηναῖοι, μηδʼ ἀπείπητε τιμωρούμενοι τοὺς πονηρούς, ἀλλʼ ἐκκαθάρατε, καθʼ ὅσον δυνατόν ἐστι, τὴν δωροδοκίαν ἐκ τῆς πόλεως. καὶ μὴ τῶν παρʼ ἐμοῦ λόγων ἀκούειν ζητήσητε, φανερῶν ὑμῖν γεγενημένων τῶν ἀδικημάτων κατὰ[*](κατὰ N A pr.: ἐκ A corr. (2)) τῶν ὑπὸ τῆς βουλῆς ἀποπεφασμένων.
[ἢ διὰ τοὺς τοῦ κρινομένου προγόνους καὶ[*](καὶ Α: καὶ διὰ Ν.) τὴν αὐτοῦ μετριότητα, καὶ ὅτι ὑμᾶς πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἀγαθὰ εἴργασται, ἄξιόν ἐστιν[*](ἐστιν om. A.) αὐτοῦ φείσασθαι;][*](Verba ἢ διὰ usque ad φείσασθαι del. Bekker, coll. 8 init.) τί γὰρ ἀγνοεῖτε διʼ ὃ δεῖσθε λόγων ἀκούειν κατὰ τοῦ νῦν κρινομένου; πότερʼ ἡ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ἡμεῖς οἱ κατήγοροι δέκα ὄντες τὸ ὕδωρ ἀναλώσωμεν ἅπαν καὶ ἀναβοήσωμεν ὡς δεινόν ἐστιν ἀφεῖσθαι τοὺς εἰλημμένους ἔχοντας ἐπʼ αὐτοφώρῳ δῶρα κατὰ τῆς πατρίδος, ἀληθὴς καὶ δικαία ἔσται[*](ἔσται ἡ κατʼ Ἀριστογείτονος ἀπόφασις Ν: ἡ κατʼ Ἀριστογείτονος ἔσται ἀπόφασις A: quae omnia del. Dobree; infra, ante παρὰ τῶν Ἀρεοπαγιτῶν, habet Blass.) ἡ κατʼ Ἀριστογείτονος [ἀπόφασις]·[*](ἀπόφασιςdel. Maetzner.)
ἐὰν δʼ ἕκαστος ἡμῶν, ὡς εἰδότων ὑμῶν πάντα οὐδὲν ἧττον ἡμῶν τὰ δίκαια περὶ τουτωνὶ τῶν ἀγώνων, βραχέα εἰπὼν καταβῇ, ψευδής, καὶ οὐ δικαίως[*](οὐ δικαίως Hug: οὐδεὶς ὡς N A pr.: οὐδεὶς ταύτῃ πιστεύσει ὡς A corr. (2): ἄδικος Blass.) παρὰ τῶν Ἀρεοπαγιτῶν γεγενημένη;[*](γεγενημένη Blass: γεγενημένῃ codd.) ἢ τὸ δῶρα λαμβάνειν ἐπὶ προδοσίᾳ τῶν τῆς πόλεως συμφερόντων οὐκ ἴσθʼ ὅτι τῶν δεινοτάτων ἐστὶ καὶ τῶν πλεῖστα κακὰ τὰς πόλεις ἐργαζομένων.
ἀλλʼ αὐτὸς ὁ κρινόμενος νὴ Δία μέτριος τὸν τρόπον, καὶ προγόνων χρηστῶν, καὶ πολλὰ ἡμᾶς καὶ ἰδία καὶ δημοσίᾳ καλὰ εἰργασμένος, ὥστε διὰ ταῦτʼ[*](ταῦτʼ Blass: τοῦτʼ codd.) ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι; καὶ τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν, ὅτι Κυδιμάχου μὲν τοῦ πατρὸς τοῦ Ἀριστογείτονος θανάτου καταγνωσθέντος καὶ φυγόντος ἐκ ταύτης τῆς πόλεως ὁ χρηστὸς οὗτος υἱὸς περιεῖδε τὸν αὑτοῦ πατέρα καὶ ζῶντα τῶν ἀναγκαίων σπανίζοντα καὶ τελευτήσαντα οὐ τυχόντα τῶν νομίμων, ἅπερ αὐτοῦ πολλάκις κατεμαρτυρεῖτο·