Against Aristogiton
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
οὗτος πολλὰ κακὰ διαπεπραγμένος ἐπὶ τοιούτοις εἴληπται πράγμασι νῦν ἀδικῶν, ἐφʼ οἷς αἰσχρόν ἐστιν ὑμῖν τοῖς δικάζουσιν ἀτιμώρητον ἐᾶσαι τοῦτον. τίνα γὰρ τρόπον, ὦ Ἀθηναῖοι, περὶ τῶν ἄλλων ἀποφάσεων οἴσετε τὴν ψῆφον; ἢ διὰ τίνας προφάσεις τῶν ἤδη κεκριμένων ἔσεσθε κατεψηφισμένοι; ἢ διὰ τί τὸ μὲν ἀποφαίνειν τὴν βουλὴν τοὺς εἰληφότας τὰ χρήματα φανεῖσθε[*](φανεῖσθε Dobree: φαίνεσθε codd.) σπουδάζοντες, τὸ δὲ τιμωρεῖσθαι τοὺς ἀποπεφασμένους ἐῶντες;
μὴ γὰρ ἰδίους τοὺς[*](τοὺς om. A.) ἀγῶνας τούτους ὑπολάβητε εἶναι κατὰ τῶν νῦν ἀποπεφασμένων μόνων, ἀλλὰ κοινοὺς καὶ κατὰ[*](κατὰ N A corr.: ἀπὸ A pr.) τῶν ἄλλων ἀνθρώπων. δωροδοκία γὰρ καὶ προδοσία κρινομένη παρʼ ὑμῖν δυοῖν θάτερον ἐκ[*](ἐκ N A pr.: ἐπὶ A corr. (2)) τοῦ λοιποῦ χρόνου ποιήσει τοὺς ἄλλους, ἢ χρήματα λαμβάνειν καθʼ ὑμῶν θαρροῦντας ὡς οὐ δώσοντας δίκην, ἢ φοβεῖσθαι τὸ λαμβάνειν ὡς τῆς τιμωρίας τοῖς ληφθεῖσιν ἀξίας γενησομένης τῶν ἀδικημάτων.