Against Aristogiton
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἁπλῶς δʼ εἰπεῖν, ἐναντία τοῖς νόμοις ἅπασι πράττων διατετέλεκε, καὶ τοῦτον μόνον ἡ ἐξ Ἀρείου πάγου βουλὴ τοῖς ἐζητηκόσι καὶ εἰδόσιν ἀποπέφαγκεν· οὐ γὰρ παρʼ ἐκείνης ὑμεῖς πυθόμενοι τοῦτον ἴστε πονηρὸν καὶ ἄδικον ὄντα, ἀλλʼ ἕκαστος ὑμῶν ἀκριβῶς οἶδε τὴν τούτου πονηρίαν. ὥστε τὸ πολλάκις λεγόμενον ἀληθὲς εἰπεῖν ἐστιν, ὅτι περὶ μὲν τούτου τὴν ψῆφον ὑμεῖς μέλλετε φέρειν, περὶ δʼ ὑμῶν οἱ περιεστηκότες καὶ οἱ ἄλλοι πάντες.
διὸ καὶ σωφρόνων ἐστὶ δικαστῶν, ὦ Ἀθηναῖοι, μήθʼ ὑμῖν αὐτοῖς ἐναντίαν ἐνεγκεῖν τὴν ψῆφον μήτε πᾶσι τοῖς ἄλλοις Ἀθηναίοις, ἀλλʼ ὁμοθυμαδὸν καταψηφισαμένους πάντας παραδοῦναι τοῖς ἐπὶ τοῦτο τεταγμένοις θανάτῳ ζημιῶσαι, καὶ μὴ προέσθαι καὶ μὴ προδοῦναι τὴν ὁσίαν[*](ὁσίαν Bekker: θείαν codd.) καὶ τὴν εὔορκον ψῆφον, ἀναμνησθέντας ὅτι τούτου κατέγνωκεν ἡ βουλὴ δῶρα λαμβάνειν καθʼ ὑμῶν, τούτου κατέγνωκεν ὁ πατὴρ καὶ ζῶν καὶ τελευτήσας ἀδικεῖν ἑαυτόν, [καὶ][*](καὶ del. Emperius.) ἵνα τὸ πραότατον[*](πραότατον Reiske: πραότερον codd.) εἴπω τῶν ὀνομάτων, τούτου καταχειροτονήσας ὁ δῆμος παραδέδωκεν[*](παραδέδωκεν Ν: παρέδωκεν Α.) ὑμῖν τιμωρήσασθαι,