Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἔπειτα τὸν ἐν μὲν[*](ἐν μὲν Blass: μὲν ἐν codd.) ταῖς πολεμικαῖς πράξεσιν ἄπιστον γεγενημένον, ἐν δὲ ταῖς κατὰ τὴν πόλιν οἰκονομίαις ἄχρηστον, περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαντα διαπεπραγμένους[*](διαπεπραγμένους A corr. (2): δὲ πεπραγμένους A pr. N.) ὅσʼ ἐβουλήθησαν, μεταβεβλημένον δʼ αὐτὸν καὶ τὰς ὑπὲρ τοῦ δήμου πράξεις ἐγκαταλελοιπότα, τοῦτον περιποιῆσαι βουλήσεσθε;[*](βουλήσεσθε Dobree: βούλεσθε codd.)
οὐκ, ἐὰν σωφρονῆτε καὶ καλῶς καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως βουλεύησθε[*](βουλεύησθε A corr.: βουλεύεσθε A pr. N.)· ἀλλὰ δέξεσθε[*](δέξεσθε Dobree: δέξασθε codd.) τὴν ἀγαθὴν τύχην, ἣ τιμωρήσασθαι παρέδωκε τῶν ῥητόρων τοὺς τὴν πόλιν διὰ τὴν αὑτῶν δωροδοκίαν ταπεινὴν πεποιηκότας, καὶ φυλάξεσθε,[*](φυλάξεσθε Dobree: φυλάξασθε codd.) καθάπερ οἱ θεοὶ προειρήκασιν ὑμῖν ἐν ταῖς μαντείαις πολλάκις, τοὺς τοιούτους ἡγεμόνας καὶ συμβούλους. ἀκούσατε δʼ αὐτῆς τῆς μαντείας. λέγε τὴν μαντείαν.