Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ἐν δὲ τῇ ἐκκλησίᾳ ταύτῃ τῇ πρώην γεγενημένῃ προσάγων καὶ κατασκευάζων ψευδῆ μηνυτὴν ὡς ἐπιβουλευομένων τῶν νεωρίων, καὶ περὶ τούτων γράφων μὲν οὐδέν, αἰτίας δʼ ἕνεκα τοῦ παρόντος ἀγῶνος παρασκευάζων· τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε. γόης οὗτος, ἄνδρες Ἀθηναῖοι, καὶ μιαρὸς ἄνθρωπός ἐστι, καὶ οὔτε τῷ γένει τῆς πόλεως πολίτης οὔτε τοῖς πεπολιτευμένοις αὐτῷ καὶ πεπραγμένοις.

ποῖαι γὰρ τριήρεις εἰσὶ κατεσκευασμέναι διὰ τοῦτον, ὥσπερ ἐπὶ Εὐβούλου, τῇ πόλει; ἢ ποῖοι νεώσοικοι τούτου πολιτευομένου γεγόνασι; πότε οὗτος ἢ διὰ ψηφίσματος ἢ νόμου ἐπηνώρθωσε τὸ ἱππικόν; τίνα κατεσκεύασε δύναμιν τοιούτων καιρῶν παραγενομένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἢ πεζὴν ἢ ναυτικήν; τίς ἀνενήνεκται[*](ἀνενήνεκται Bekker: ἀνήνεκται codd.) τῇ θεῷ κόσμος εἰς ἀκρόπολιν ὑπὸ τούτου; τί κατεσκεύακεν οἰκοδόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ ἢ ἐν τῷ ἄστει ἢ ἄλλοθί που τῆς χώρας; οὐδεὶς ἂν[*](ἂν Stephanus: οὖν codd.) οὐδαμοῦ δείξειεν.