Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

θεωρήσατε δὴ πάλιν καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως, τὸν αὐτὸν τρόπον ἐξετάσαντες. ἡ πόλις ἡμῶν ἦν μεγάλη καὶ ἔνδοξος παρὰ τοῖς Ἕλλησι καὶ τῶν προγόνων ἀξία, μετά γε τὰς ἀρχαίας ἐκείνας πράξεις, ὅτε Κόνων, ὡς οἱ πρεσβύτεροι λέγουσιν, ἐνίκησε τὴν ἐν Κνίδῳ ναυμαχίαν, ὅτʼ Ἰφικράτης ἀνεῖλε τὴν Λακεδαιμονίων μόραν,[*](μόραν Scaliger: μοῖραν codd.) ὅτε Χαβρίας ἐν Νάξῳ κατεναυμάχησε τὰς Λακεδαιμονίων τριήρεις, ὅτε Τιμόθεος τὴν ἐν Κερκύρᾳ ναυμαχίαν ἐνίκησε.

τότε, ὦ Ἀθηναῖοι, τότε οἱ μὲν πρότερον ὄντες λαμπροὶ διὰ τοὺς ἡγεμόνας Λακεδαιμόνιοι καὶ ὑπὸ τοῖς ἐκείνων ἤθεσι τραφέντες ταπεινοὶ πρὸς τὴν πόλιν ἡμῶν ἧκον, δεόμενοι τῆς παρὰ τῶν προγόνων ἡμῶν σωτηρίας, ὁ δὲ καταλυθεὶς ὑπʼ ἐκείνων δῆμος διὰ τοὺς τότε γενομένους παρʼ ἡμῖν[*](ἡμῖν Sauppe: ὑμῖν codd.) συμβούλους πάλιν ἡγεμὼν ἦν τῶν Ἑλλήνων, δικαίως οἶμαι, στρατηγῶν μὲν τοιούτων τετυχηκὼς οἵων εἶπον ἀρτίως, συμβούλους δʼ ἔχων Ἀρχῖνον καὶ Κέφαλον τὸν Κολλυτέα. μία γὰρ αὕτη σωτηρία καὶ πόλεως καὶ ἔθνους ἐστί, τὸ προστατῶν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων τυχεῖν.