Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ὅτε Πελοπίδας, ὥς φασιν, ἡγεῖτο τοῦ ἱεροῦ λόχου[*](λόχου A corr. (2): λόγου A pr. N.) καὶ Ἐπαμινώνδας ἐστρατήγει καὶ οἱ μετὰ τούτων, τότε τὴν ἐν Λεύκτροις μάχην ἐνίκησεν ἡ τῶν Θηβαίων πόλις, τότʼ εἰς τὴν ἀπόρθητον νομιζομένην εἶναι Λακεδαιμονίων χώραν εἰσέβαλον, κατʼ ἐκείνους τοὺς χρόνους πολλὰ καὶ καλὰ διεπράξαντʼ ἔργα, Μεσσήνην τετρακοσιοστῷ ἔτει κατῴκισαν, Ἀρκάδας αὐτονόμους ἐποίησαν, ἔνδοξοι παρὰ πᾶσιν ἦσαν.

πότε δʼ αὖ τοὐναντίον ταπεινὰ καὶ τοῦ φρονήματος ἀνάξια διεπράξαντο; ὅτʼ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλίππου Τιμόλαος ὁ τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς εἰς Ἄμφισσαν συλλεγεῖσι Πρόξενος ὁ προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. τότε διὰ τρεῖς γʼ ἀνθρώπους οὓς εἶπον ἅπασʼ ἡ πόλις ἐκ τῶν Ἑλλήνων[*]((ἐκ?) τῶν Ἑλλήνων A pr.: μετὰ τῶν Ἑλλήνων ἁπάντων A corr.: μετὰ τῶν ἄλλων Ἑλλήνων Ν.) ἀπώλετο καὶ διεφθάρη. οὐ γὰρ ψεῦδός ἐστιν ἀλλὰ καὶ λίαν ἀληθὲς τὸ τοὺς ἡγεμόνας αἰτίους ἁπάντων γίγνεσθαι καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τοῖς πολίταις.