On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ἐγὼ δὲ ἀξιῶ πρῶτον μὲν περὶ αὐτοῦ τοῦ πράγματος ἀποκρίνεσθαι,[*](ἀποκρίνεσθαι Reiske: κρίνεσθαι codd.) καὶ διηγήσασθαι ἐν ὑμῖν τὰ γενόμενα πάντα· ἔπειτα περὶ τῶν ἄλλων ὧν οὗτοι κατηγοροῦσιν, ἐὰν ὑμῖν ἡδομένοις, βουλήσομαι ἀπολογήσασθαι. ἡγοῦμαι γὰρ ἐμοὶ[*](ἐμοὶ Rosenthal: μοι Ν, om. A pr.) τιμὴν καὶ ὠφέλειαν αὐτὰ οἴσειν, τοῖς δὲ κατηγόροις καὶ τοῖς ἐπηρεάζουσιν αἰσχύνην· ἐπεί τοί γε καὶ δεινόν, ὦ ἄνδρες· ἵνα μὲν ἐξῆν[*](ἐξῆν Ald.: ἐξῆ codd.) αὐτοῖς,
εἴ τι ἠδίκουν ἐγὼ τὴν πόλιν ἢ ἐν χορηγίᾳ ἢ ἐν ἄλλοις τισίν, ἀποφήνασι καὶ ἐξελέγξασιν ἄνδρα τε ἐχθρὸν τιμωρήσασθαι[*](τιμωρήσασθαι Ald.: τιμωρήσεσθαι codd.) καὶ τὴν πόλιν ὠφελῆσαι, ἐνταῦθα μὲν οὐδεὶς πώποτε οἷός τε ἐγένετο αὐτῶν οὔτε μικρὸν οὔτε μέγα ἐξελέγξαι[*](ἐξελέγξαι Ν· ἐλέγξαι Α.) ἀδικοῦντα τόνδε τὸν ἄνδρα τὸ πλῆθος τὸ ὑμέτερον· ἐν δὲ τούτῳ τῷ ἀγῶνι, φόνου διώκοντες καὶ τοῦ νόμου οὕτως ἔχοντος, εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν, μηχανῶνται ἐπʼ ἐμοὶ[*](ἐπʼ ἐμοὶ Blass, coll. 36, 48:ἐπʼ ἐμὲ codd.) λόγους ψευδεῖς συντιθέντες καὶ διαβάλλοντες τὰ εἰς τὴν πόλιν. καὶ τῇ μὲν πόλει, εἴπερ[*](εἴπερ Blass: εἰ μὲν codd.) ἀδικεῖται, κατηγορίαν ἀντὶ τιμωρίας ἀπονέμουσιν, αὐτοὶ δὲ οὗ[*](οὗ Thalheim: ὧ Α, ᾧ Ν.) τὴν πόλιν φασὶν ἀδικεῖσθαι, τούτου ἰδίᾳ[*](τούτου ἰδίᾳ Bekker: τουτουὶ δὴ A corr. N:τούτου εἰ δεῖ A pr.) ἀξιοῦσι δίκην λαμβάνειν.
καίτοι αὗται αἱ κατηγορίαι οὔτε χάριτος ἄξιαι οὔτε πίστεως. οὔτε γὰρ δὴ οὗ ἡ πόλις ἐλάμβανεν ἂν δίκην εἴ τι ἠδίκητο, ἐνταῦθα τὴν κατηγορίαν ποιεῖται, ὥστε χάριτος ἄξιον εἶναι τῇ πόλει·[*]( ᾗ add. Bekker.) οὔτε ὅστις [οὐκ][*]( οὐκ seclusit Taylor:εἰς Leo ex 9.) ἄλλα κατηγορεῖ ἢ ἃ διώκει ἐν πράγματι τοιούτῳ, πιστεῦσαι δήπου αὐτῷ ἀξιώτερόν ἐστιν ἢ ἀπιστῆσαι. ἐγὼ δὲ σχεδὸν ἐπίσταμαι τὴν ὑμετέραν γνώμην, ὅτι οὔτʼ[*]( οὔτʼ Baiter et Sauppe:οὐκ codd.) ἂν καταψηφίσαισθε[*]( καταψηφίσαισθε Bekker: καταψηφίσεσθε A pr. N,-ίσησθε A corr.) οὔτʼ ἂν ἀποψηφίσαισθε[*]( ἀποψηφίσαισθε Bekker: ἀποψηφίσησθε codd.) ἑτέρου τινὸς ἕνεκα μᾶλλον ἢ αὐτοῦ τοῦ πράγματος· ταῦτα γὰρ καὶ δίκαια καὶ ὅσια. ἄρξομαι δὲ ἐντεῦθεν.
ἐπειδὴ χορηγὸς κατεστάθην εἰς Θαργήλια καὶ ἔλαχον[*](ἔλαχον Α: ἔλεγχον Ν.) Παντακλέα διδάσκαλον καὶ Κεκροπίδα φυλὴν πρὸς τῇ ἐμαυτοῦ, [τουτέστι τῇ Ἐρεχθῇδι,][*](verbaτουτέστι τῇ Ἐρεχθῇδι ut scholium ex 13 secl. Reiske.) ἐχορήγουν ὡς ἄριστα ἐδυνάμην καὶ δικαιότατα. καὶ πρῶτον μὲν διδασκαλεῖον ᾗ ἦν ἐπιτηδειότατον τῆς ἐμῆς οἰκίας κατεσκεύασα, ἐν ᾧπερ καὶ Διονυσίοις ὅτε ἐχορήγουν ἐδίδασκον· ἔπειτα τὸν χορὸν συνέλεξα ὡς ἐδυνάμην ἄριστα, οὔτε ζημιώσας οὐδένα οὔτε ἐνέχυρα βίᾳ φέρων οὔτʼ ἀπεχθανόμενος οὐδενί, ἀλλʼ ὥσπερ ἂν ἥδιστα καὶ ἐπιτηδειότατα ἀμφοτέροις ἐγίγνετο, ἐγὼ μὲν ἐκέλευον καὶ ᾐτούμην,[*](ᾐτούμην Bekker: ἡγούμην codd.) οἱ δʼ ἑκόντες καὶ βουλόμενοι ἔπεμπον.
ἐπεὶ δὲ ἧκον οἱ παῖδες, πρῶτον μέν μοι ἀσχολία ἦν παρεῖναι καὶ ἐπιμελεῖσθαι· ἐτύγχανε γάρ μοι πράγματα ὄντα πρὸς Ἀριστίωνα καὶ Φιλῖνον, ἃ ἐγὼ περὶ πολλοῦ ἐποιούμην, ἐπειδήπερ εἰσήγγειλα, ὀρθῶς καὶ δικαίως ἀποδεῖξαι τῇ βουλῇ καὶ τοῖς ἄλλοις Ἀθηναίοις. ἐγὼ μὲν οὖν τούτοις προσεῖχον τὸν νοῦν, κατέστησα δὲ ἐπιμελεῖσθαι, εἴ τι δέοι τῷ χορῷ, Φανόστρατον, δημότην μὲν τουτωνὶ τῶν διωκόντων, κηδεστὴν δʼ ἐμαυτοῦ, ᾧ ἐγὼ δέδωκα τὴν θυγατέρα, καὶ ἠξίουν αὐτὸν ὡς[*](ὡς add. Blass.)
ἄριστα ἐπιμελεῖσθαι· ἔτι δὲ πρὸς τούτῳ δύο ἄνδρας, τὸν μὲν Ἐρεχθῇδος Ἀμεινίαν,[*](Ἀμεινίαν, ὃν Jernstedt: Ἀμυνίαν, ὃν vulg.) ὃν αὐτοὶ οἱ φυλέται ἐψηφίσαντο συλλέγειν καὶ ἐπιμελεῖσθαι τῆς φυλῆς ἑκάστοτε, δοκοῦντα χρηστὸν εἶναι, τὸν δʼ ἕτερον[*](postἕτερον nomen excidisse censuerunt Baiter et Sauppe.) ..., τῆς Κεκροπίδος, ὅσπερ ἑκάστοτε εἴωθεν ταύτην τὴν φυλὴν συλλέγειν· ἔτι δὲ τέταρτον Φίλιππον, ᾧ προσετέτακτο ὠνεῖσθαι καὶ ἀναλίσκειν εἴ τι φράζοι ὁ διδάσκαλος ἢ ἄλλος τις τούτων, ὅπως ὡς[*](ὡς add. Blass.) ἄριστα χορηγοῖντο οἱ παῖδες καὶ μηδενὸς ἐνδεεῖς εἶεν διὰ τὴν ἐμὴν ἀσχολίαν.
καθειστήκει μὲν ἡ χορηγία οὕτω. καὶ τούτων εἴ τι ψεύδομαι προφάσεως ἕνεκα, ἔξεστι τῷ κατηγόρῳ ἐξελέγξαι ἐν τῷ ὑστέρῳ λόγῳ ὅ τι ἂν βούληται [εἰπεῖν].[*](εἰπεῖν del. Dobree:εἰπών Sauppe: καὶ ante ὅ τι add. Thalheim.) ἐπεί τοι οὕτως ἔχει, ὦ ἄνδρες· πολλοὶ τῶν περιεστώτων τούτων τὰ μὲν πράγματα ταῦτα πάντα ἀκριβῶς ἐπίστανται, καὶ τοῦ ὁρκωτοῦ ἀκούουσι, καὶ ἐμοὶ προσέχουσι τὸν νοῦν ἅττα ἐγὼ ἀποκρίνομαι, οἷς ἐγὼ βουλοίμην[*](βουλοίμην Dobree: ἐβουλόμην codd.) ἂν δοκεῖν αὐτός τε εὔορκος εἶναι καὶ ὑμᾶς τἀληθῆ λέγων πεῖσαι ἀποψηφίσασθαί μου.