On the Choreutes

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ἥδιστον μέν, ὦ[*](ὦ om. Ν.) ἄνδρες δικασταί, ἀνθρώπῳ ὄντι μὴ γενέσθαι μηδένα κίνδυνον περὶ τοῦ σώματος, καὶ εὐχόμενος ἄν τις ταῦτα εὔξαιτο· εἰ δʼ[*](δʼ add. Ald.) ἄρα τις καὶ ἀναγκάζοιτο κινδυνεύειν, τοῦτο γοῦν ὑπάρχειν, ὅπερ[*](ὅπερ Ν: ὃ Α.) μέγιστον ἐγὼ νομίζω ἐν πράγματι τοιούτῳ, αὐτὸν ἑαυτῷ συνειδέναι μηδὲν ἐξημαρτηκότι, ἀλλʼ εἴ τις καὶ συμφορὰ γίγνοιτο, ἄνευ κακότητος καὶ αἰσχύνης γίγνεσθαι, καὶ τύχῃ μᾶλλον ἢ ἀδικίᾳ.

καὶ τοὺς μὲν νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων πάντες ἂν ἐπαινέσειαν[*](ἐπαινέσειαν Α: ἐπαινέσειεν Ν.) κάλλιστα νόμων κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μὲν γὰρ αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν, ὅπερ μέγιστον σημεῖον νόμων καλῶς κειμένων· ὁ χρόνος γὰρ καὶ ἡ[*](ἡ om. Ν.) ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα διδάσκει τοὺς ἀνθρώπους. ὥστʼ οὐ δεῖ ὑμᾶς ἐκ τῶν λόγων τοῦ κατηγοροῦντος τοὺς νόμους μαθεῖν εἰ καλῶς ἔχουσιν ἢ μή, ἀλλʼ ἐκ τῶν νόμων τοὺς τούτων λόγους, εἰ ὀρθῶς ὑμᾶς καὶ νομίμως διδάσκουσιν ἢ οὔ.

ὁ μὲν οὖν ἀγὼν ἐμοὶ μέγιστος τῷ κινδυνεύοντι καὶ διωκομένῳ· ἡγοῦμαι μέντοι γε καὶ ὑμῖν τοῖς δικασταῖς περὶ πολλοῦ εἶναι τὰς φονικὰς δίκας ὀρθῶς διαγιγνώσκειν, μάλιστα μὲν τῶν θεῶν ἕνεκα καὶ τοῦ εὐσεβοῦς, ἔπειτα δὲ καὶ ὑμῶν αὐτῶν.[*](δεδοκιμασμένην Ν.) ἔστι μὲν γὰρ περὶ τοῦ τοιούτου [αὐτοῦ][*](αὐτοῦ del. Maetzner.) μία δίκη· αὕτη δὲ μὴ ὀρθῶς καταγνωσθεῖσα ἰσχυροτέρα ἐστὶ τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς.

ἀνάγκη γάρ,[*](γάρ Α corr. N.δέ A pr.) ἐὰν ὑμεῖς καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρήσασθαι τῇ δίκῃ, καὶ νόμῳ εἴργεσθαι πόλεως, ἱερῶν, ἀγώνων, θυσιῶν, ἅπερ μέγιστα καὶ παλαιότατα τοῖς ἀνθρώποις. τοσαύτην γὰρ ἀνάγκην ὁ νόμος ἔχει, ὥστε καὶ ἄν τις κτείνῃ τινὰ ὧν αὐτὸς κρατεῖ καὶ μὴ ἔστιν ὁ τιμωρήσων, τὸ νομιζόμενον καὶ τὸ θεῖον δεδιὼς ἁγνεύει τε ἑαυτὸν καὶ ἀφέξεται ὧν εἴρηται ἐν τῷ νόμῳ, ἐλπίζων οὕτως ἂν ἄριστα πρᾶξαι.[*](πρᾶξαι Dobree: πράξειν codd.)

ἔστι μὲν γὰρ τὰ πλείω τοῖς ἀνθρώποις τοῦ βίου ἐν ταῖς ἐλπίσιν· ἀσεβῶν δὲ καὶ παραβαίνων τὰ εἰς τοὺς θεοὺς καὶ αὐτῆς ἂν τῆς ἐλπίδος, ὅπερ ἐστὶ μέγιστον ἀνθρώποις[*](ἀνθρώποις Α: τοῖς ἀνθρ. Ν.) ἀγαθόν, αὐτὸς αὑτὸν ἀποστεροίη. καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν[*](οὔτε τὴν Α: οὔτʼ ἂν τὴν Ν.) δίκην τὴν δεδικασμένην[*](δεδικασμένην Stephanus ex Her. 87:δεδοκισμασμένην Α.) παραβαίνειν, πιστεύσας ὅτι οὐκ ἔνοχός ἐστι τῷ ἔργῳ, οὔτʼ αὖ συνειδὼς αὐτὸς αὑτῷ ἔργον εἰργασμένος τοιοῦτον μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, κἂν μὴ ὁ τιμωρήσων ᾖ.

αὐτῶν δὲ τούτων ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαι[*](διωμοσίαι Α: δημοσίαι Ν.) καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὅσα γίγνεται τῶν δικῶν τοῦ φόνου ἕνεκα, πολὺ διαφέροντά ἐστιν ἢ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ[*](αὐτὰ τὰ Ald. ex Her. 88:αὐτὰ ταῦτα) πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ[*](γὰρ om. Ν.) γνωσθέντα τιμωρία ἐστὶν ὑπὲρ τοῦ ἀδικηθέντος, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβεια εἴς τε τοὺς θεοὺς καὶ τοὺς νόμους. καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς[*](verbaαἰτιάσασθαι ... μὴ ὀρθῶς add. Ald. ex Her. 89.) γνῶναι. ἡ μὲν γὰρ τούτου αἰτίασις οὐκ ἔχει [νῦν][*](νῦν seclusit Reiske, coll. Her. 89.) τέλος, ἀλλʼ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· ὅ τι δʼ ἂν ὑμεῖς μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἂν ἀνενεγκών[*](ἂν ἀνενεγκών Reiske: ἂν ἐνεγκών codd. cf. Her. 89.) τις τὴν αἰτίαν ἀπολύσαιτο.

ἐγὼ δέ, ὦ ἄνδρες, οὐ τὴν αὐτὴν γνώμην ἔχω περὶ τῆς ἀπολογίας ἥνπερ οἱ κατήγοροι περὶ τῆς κατηγορίας. οὗτοι γὰρ τὴν μὲν δίωξιν εὐσεβείας ἕνεκά φασι ποιεῖσθαι καὶ τοῦ δικαίου, τὴν δὲ κατηγορίαν ἅπασαν πεποίηνται διαβολῆς ἕνεκα καὶ ἀπάτης, ὅπερ ἀδικώτατόν ἐστι τῶν ἐν ἀνθρώποις· καὶ οὐκ ἐλέγξαντες, εἴ τι[*](ἔι τι Bekker: εἴ γʼ codd.) ἀδικῶ, δικαίως με βούλονται τιμωρεῖσθαι, ἀλλὰ διαβαλόντες,[*](διαβαλόντες Baiter: διαβάλλοντες codd.) καὶ εἰ μηδὲν ἀδικῶ, ζημιῶσαι καὶ ἐξελάσαι ἐκ τῆς γῆς ταύτης.