On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
αὐτῶν δὲ τούτων ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαι[*](διωμοσίαι Α: δημοσίαι Ν.) καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὅσα γίγνεται τῶν δικῶν τοῦ φόνου ἕνεκα, πολὺ διαφέροντά ἐστιν ἢ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ[*](αὐτὰ τὰ Ald. ex Her. 88:αὐτὰ ταῦτα) πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ[*](γὰρ om. Ν.) γνωσθέντα τιμωρία ἐστὶν ὑπὲρ τοῦ ἀδικηθέντος, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβεια εἴς τε τοὺς θεοὺς καὶ τοὺς νόμους. καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς[*](verbaαἰτιάσασθαι ... μὴ ὀρθῶς add. Ald. ex Her. 89.) γνῶναι. ἡ μὲν γὰρ τούτου αἰτίασις οὐκ ἔχει [νῦν][*](νῦν seclusit Reiske, coll. Her. 89.) τέλος, ἀλλʼ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· ὅ τι δʼ ἂν ὑμεῖς μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἂν ἀνενεγκών[*](ἂν ἀνενεγκών Reiske: ἂν ἐνεγκών codd. cf. Her. 89.) τις τὴν αἰτίαν ἀπολύσαιτο.
ἐγὼ δέ, ὦ ἄνδρες, οὐ τὴν αὐτὴν γνώμην ἔχω περὶ τῆς ἀπολογίας ἥνπερ οἱ κατήγοροι περὶ τῆς κατηγορίας. οὗτοι γὰρ τὴν μὲν δίωξιν εὐσεβείας ἕνεκά φασι ποιεῖσθαι καὶ τοῦ δικαίου, τὴν δὲ κατηγορίαν ἅπασαν πεποίηνται διαβολῆς ἕνεκα καὶ ἀπάτης, ὅπερ ἀδικώτατόν ἐστι τῶν ἐν ἀνθρώποις· καὶ οὐκ ἐλέγξαντες, εἴ τι[*](ἔι τι Bekker: εἴ γʼ codd.) ἀδικῶ, δικαίως με βούλονται τιμωρεῖσθαι, ἀλλὰ διαβαλόντες,[*](διαβαλόντες Baiter: διαβάλλοντες codd.) καὶ εἰ μηδὲν ἀδικῶ, ζημιῶσαι καὶ ἐξελάσαι ἐκ τῆς γῆς ταύτης.