On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ἀνάγκη γάρ,[*](γάρ Α corr. N.δέ A pr.) ἐὰν ὑμεῖς καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρήσασθαι τῇ δίκῃ, καὶ νόμῳ εἴργεσθαι πόλεως, ἱερῶν, ἀγώνων, θυσιῶν, ἅπερ μέγιστα καὶ παλαιότατα τοῖς ἀνθρώποις. τοσαύτην γὰρ ἀνάγκην ὁ νόμος ἔχει, ὥστε καὶ ἄν τις κτείνῃ τινὰ ὧν αὐτὸς κρατεῖ καὶ μὴ ἔστιν ὁ τιμωρήσων, τὸ νομιζόμενον καὶ τὸ θεῖον δεδιὼς ἁγνεύει τε ἑαυτὸν καὶ ἀφέξεται ὧν εἴρηται ἐν τῷ νόμῳ, ἐλπίζων οὕτως ἂν ἄριστα πρᾶξαι.[*](πρᾶξαι Dobree: πράξειν codd.)
ἔστι μὲν γὰρ τὰ πλείω τοῖς ἀνθρώποις τοῦ βίου ἐν ταῖς ἐλπίσιν· ἀσεβῶν δὲ καὶ παραβαίνων τὰ εἰς τοὺς θεοὺς καὶ αὐτῆς ἂν τῆς ἐλπίδος, ὅπερ ἐστὶ μέγιστον ἀνθρώποις[*](ἀνθρώποις Α: τοῖς ἀνθρ. Ν.) ἀγαθόν, αὐτὸς αὑτὸν ἀποστεροίη. καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν[*](οὔτε τὴν Α: οὔτʼ ἂν τὴν Ν.) δίκην τὴν δεδικασμένην[*](δεδικασμένην Stephanus ex Her. 87:δεδοκισμασμένην Α.) παραβαίνειν, πιστεύσας ὅτι οὐκ ἔνοχός ἐστι τῷ ἔργῳ, οὔτʼ αὖ συνειδὼς αὐτὸς αὑτῷ ἔργον εἰργασμένος τοιοῦτον μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, κἂν μὴ ὁ τιμωρήσων ᾖ.