On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
καὶ εἰ μὲν ἐγὼ τούτων προκαλουμένων μὴ ἠθέλησα τοὺς παραγενομένους ἀποφῆναι, ἢ[*](ἢ add. Bekker.) θεράποντας ἐξαιτοῦσι μὴ ἤθελον ἐκδιδόναι, ἢ ἄλλην τινὰ πρόκλησιν ἔφευγον, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια κατʼ ἐμοῦ ἐποιοῦντο ὅτι ἀληθὴς ἦν ἡ[*](ἡ om. Α.) αἰτία· ἐπεὶ δʼ ἐμοῦ προκαλουμένου οὗτοι ἦσαν οἱ φεύγοντες τὸν ἔλεγχον, ἐμοὶ δήπου δίκαιον κατὰ τούτων τὸ αὐτὸ τοῦτο τεκμήριον γενέσθαι ὅτι οὐκ ἀληθὴς ἦν[*](ἦν del. Jernstedt.) ἡ αἰτία ἣν[*](ἣν Α: ἢν Ν.) αἰτιῶνται κατʼ ἐμοῦ.