On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
εἰς πάντα[*](πάντα Blass: πᾶν codd.) τοίνυν ἐγὼ ταῦτα προὐκαλεσάμην τούτους, καὶ ἐξ ὧν γε[*](γε Ald.: σε codd.) χρὴ ἄνθρωπον ὄντα τἀληθῆ καὶ τὰ δίκαια πυνθάνεσθαι, ἐξῆν αὐτοῖς πυνθάνεσθαι, καὶ πρόφασις οὐδεμία ὑπελείπετο. καὶ ἐγὼ μὲν ὁ τὴν αἰτίαν ἔχων καὶ ἀδικῶν, ὡς οὗτοί φασιν, ἕτοιμος ἦ αὐτοῖς κατʼ ἐμαυτοῦ παρέχειν ἔλεγχον τὸν δικαιότατον· οἱ δʼ αἰτιώμενοι καὶ φάσκοντες ἀδικεῖσθαι αὐτοὶ ἦσαν οἱ οὐκ ἐθέλοντες ἐλέγχειν εἴ τι ἠδικοῦντο.