Against Alcibiades
Andocides
Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ μακρότερα λέγειν· πάντως γὰρ οὐδὲν[*](γὰρ οὐδὲν Reiske: οὐδὲν γὰρ codd.) ἂν πλεῖον εἰς τὸ παρὸν ποιήσαιμεν· δέομαι δʼ ὑμῶν τῶν λόγων ἴσους καὶ κοινοὺς ἡμῖν ἐπιστάτας γενέσθαι, καὶ πάντας ἄρχοντας περὶ τούτων καταστῆναι, καὶ μήτε τοῖς λοιδορουμένοις μήτε τοῖς ὑπὲρ καιρὸν χαριζομένοις ἐπιτρέπειν, ἀλλὰ τῷ μὲν θέλοντι λέγειν καὶ ἀκούειν εὐμενεῖς εἶναι, τῷ δὲ ἀσελγαίνοντι καὶ θορυβοῦντι χαλεπούς. ἀκούσαντες γὰρ ἕκαστον[*](ἕκαστον scripsi: ἑκάστου AQ. περὶ add. Reiske.) τῶν ὑπαρχόντων ἄμεινον βουλεύσεσθε περὶ ἡμῶν.
ἔστι δὲ περὶ τῆς μισοδημίας καὶ τῆς στασιωτείας[*](στασιωτείας Ald.: στασιωτίας A, ἀσωτίας Q.) βραχύς μοι λόγος καταλελειμμένος. εἰ μὲν γὰρ ἄκριτος ἦν, εἰκότως ἂν τῶν κατηγορούντων ἠκροᾶσθε καὶ ἐμοὶ ἀναγκαῖον ἦν ἀπολογεῖσθαι περὶ τούτων· ἐπειδὴ δὲ τετράκις ἀγωνιζόμενος ἀπέφυγον, οὐκέτι δίκαιον ἡγοῦμαι λόγον οὐδένα περὶ τούτου γίγνεσθαι. πρὶν μὲν γὰρ κριθῆναι οὐ ῥᾴδιον ἦν[*](ἦν secl. Blass.) εἰδέναι τὰς αἰτίας, οὔτʼ εἰ ψευδεῖς εἰσιν οὔτʼ εἰ ἀληθεῖς· ἀποφυγόντος[*](ἀποφυγόντος Ald.: ἀποφεύγοντος codd.) δὲ ἢ καταγνωσθέντος τέλος ἔχει καὶ διώρισται τούτων ὁπότερόν ἐστιν.