On the Peace with Sparta
Andocides
Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
σκεψώμεθα δὴ καὶ τοὺς Ἀργείων λόγους. κελεύουσι γὰρ ἡμᾶς κοινῇ μετὰ σφῶν καὶ μετὰ Κορινθίων πολεμεῖν, αὐτοὶ δʼ ἰδίᾳ εἰρήνην ποιησάμενοι τὴν χώραν οὐ παρέχουσιν ἐμπολεμεῖν. καὶ μετὰ μὲν πάντων τῶν συμμάχων τὴν εἰρήνην ποιουμένους[*](ποιουμένους Reiske: ποιουμένοις codd.) οὐκ ἐῶσιν ἡμᾶς οὐδὲν πιστεύειν Λακεδαιμονίοις· ἃ δὲ πρὸς τούτους μόνους ἐκεῖνοι συνέθεντο, ταῦτα δʼ[*](ταῦτα δʼ QL: ταῦτʼ A.) οὐδεπώποτʼ αὐτούς φασι παραβῆναι. πατρίαν τε εἰρήνην ὀνομάζοντες ᾗ χρῶνται, τοῖς δὲ[*](δὲ del. Reiske.) ἄλλοις Ἕλλησιν οὐκ ἐῶσι πατρίαν γενέσθαι τὴν εἰρήνην· ἐκ γὰρ τοῦ πολέμου χρονισθέντος Κόρινθον ἑλεῖν προσδοκῶσι, κρατήσαντες δὲ τούτων ὑφʼ ὧν ἀεὶ κρατοῦνται, καὶ τοὺς συννικῶντας ἐλπίζουσι παραστήσεσθαι.[*](παραστήσεοθαι Reiske: ἀποστήσεσθαι codd.)