On the Peace with Sparta

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ναί, φασί τινες, ἂν Κόρινθόν τε φυλάττωμεν καὶ συμμάχους ἔχωμεν Ἀργείους. ἰόντων[*](ιόντων Ald.: ὄντων codd.) δὲ Λακεδαιμονίων εἰς Ἄργος πότερον βοηθήσομεν[*](βοηθήσομεν A: βοηθήσωμεν Q.) αὐτοῖς ἢ οὔ; πολλὴ γὰρ ἀνάγκη ὁπότερον τούτων ἑλέσθαι. μὴ βοηθούντων μὲν οὖν ἡμῶν οὐδὲ λόγος ὑπολείπεται μὴ οὐκ ἀδικεῖν καὶ ποιεῖν Ἀργείους[*](ἀδικεῖν καὶ ποιεῖν Ἀργείους Sluiter: ἀδικεῖν ἀργείους καὶ ποιεῖν AQ.) ὁποῖον ἄν τι βούλωνται δικαίως· βοηθούντων δὲ ἡμῶν εἰς Ἄργος οὐχ ἕτοιμον μάχεσθαι Λακεδαιμονίοις; ἵνα ἡμῖν τί γένηται; ἵνα ἡττώμενοι μὲν καὶ τὴν οἰκείαν χώραν ἀπολέσωμεν πρὸς τῇ Κορινθίων, νικήσαντες δὲ τὴν Κορινθίων Ἀργείων ποιήσωμεν.[*](ποιήσωμεν apographa: ποιήσομεν AQ.) οὐχ ἕνεκα τούτων πολεμήσομεν;[*](πολεμήσομεν Ald.: πολεμήσωμεν AQ.)