On the Embassy
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
καὶ τὸν Κερσοβλέπτην Ἀθήνησι μὲν ἔκσπονδον ἐποίεις,[*]( ἐποίεις Weidner: ἐποίεις πρόεδρος ὤν MSS.) ἐν Ὠρεῷ δʼ ἠλέεις; καὶ νῦν μὲν δωροδοκίας κατηγορεῖς, πρότερον δʼ ὑπέμεινας τὴν ἐπιβολὴν τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, οὐκ ἐπεξιὼν τῇ τοῦ τραύματος γραφῇ, ἣν ἐγράψω Δημομέλην τὸν Παιανιέα, ἀνεψιὸν ὄντα, ἐπιτεμὼν τὴν σαυτοῦ κεφαλήν; καὶ σεμνολογεῖ[*](σεμνολογεῖ Cobet: σεμνολογεῖς MSS.) ὡς[*](ὡς Stephanus: ἡμῖν ὡς MSS.) οὐκ εἰδόσι τούτοις ὅτι Δημοσθένους υἱὸς εἶ νόθος τοῦ μαχαιροποιοῦ;
ἐπεχείρησας δʼ εἰπεῖν, ὡς καὶ τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβείαν ἐξομοσάμενος παρεπρέσβευσα, καὶ ψήφισμα τὸ μὲν ἀνέγνως, τὸ δὲ ὑπερέβης. ἐγὼ δʼ αἱρεθεὶς πρεσβευτὴς ἐπὶ τοὺς Ἀμφικτύονας, ἀρρώστως δʼ ἔχων, καὶ μετὰ πολλῆς προθυμίας ἀπαγγέλλων ἀφʼ ἧς ἧκον πρεσβείας πρὸς ὑμᾶς, τὴν μὲν πρεσβείαν οὐκ ἐξωμοσάμην, ἀλλʼ ὑπεσχόμην πρεσβεύσειν, ἐὰν ὦ δυνατός, πρὸς δὲ τὴν βουλὴν ἀπιόντων τῶν συμπρέσβεων τὸν ἀδελφὸν τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τὸν ἰατρὸν ἔπεμψα, οὐκ ἐξομουμένους·
οὐδὲ γὰρ ὁ νόμος ἐᾷ τὰς ἐκ τοῦ δήμου χειροτονίας ἐν τῇ βουλῇ ἐξόμνυσθαι· ἀλλὰ τὴν ἀρρωστίαν μου δηλώσοντας.
ἐπειδὴ δὲ οἱ συμπρέσβεις πυθόμενοι τὰ περὶ τοὺς Φωκέας συμβάντα ἀνέστρεψαν, γενομένης ἐκκλησίας ἤδη παρὼν καὶ δυνάμενος τῷ σώματι, προσαναγκάζοντος τοῦ δήμου μηδὲν ἧττον πρεσβεύειν ἡμᾶς τοὺς ἐξ ἀρχῆς αἱρεθέντας ἅπαντας, ἀψευδεῖν πρὸς Ἀθηναίους ᾤμην δεῖν.
καὶ ταύτης τῆς πρεσβείας οὐ κατηγόρεις μου διδόντος τὰς εὐθύνας, ἀλλʼ ἐπὶ ταύτην[*]( ταύτην Bekker: ταύτην τὴν πρεσβείαν MSS.) ἥκεις τὴν ἐπὶ τοὺς ὅρκους, ὑπὲρ ἧς ἐγὼ σαφῶς καὶ δικαίως ἀπολογήσομαι. σοὶ μὲν γὰρ ἁρμόττει καὶ πᾶσι τοῖς ψευδομένοις μεταφέρειν τοὺς χρόνους, ἐμοὶ δʼ ἐφεξῆς λέγειν, ἀναλαβόντι τὴν ἀρχὴν τοῦ λόγου ἀπὸ τῆς πορείας τῆς ἐπὶ τοὺς ὅρκους.[*]( ὅρκους Bekker: ὅρκους καὶ τῆς πρεσβείας MSS.)