On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

κάλλιστον γὰρ οἶμαι πρᾶγμα καὶ χρησιμώτατον τοῖς διαβαλλομένοις παρʼ ὑμῖν γίγνεται· καὶ γὰρ τοὺς χρόνους καὶ τὰ ψηφίσματα καὶ τοὺς ἐπιψηφίσαντας ἐν τοῖς δημοσίοις γράμμασι τὸν ἅπαντα χρόνον φυλάττετε. εἴρηκε δὲ οὗτος πρὸς ὑμᾶς, παρὰ τοῦτο διαφθαρῆναι τὰ Κερσοβλέπτου πράγματα, ὅτι τῆς πρεσβείας ὢν ἡγεμὼν ἐγὼ καὶ κατευημερηκὼς παρʼ ὑμῖν, αὐτοῦ κελεύοντος εἰς Θρᾴκην ἡμᾶς ἰέναι Κερσοβλέπτου πολιορκουμένου, καὶ διαμαρτύρασθαι Φιλίππῳ ταῦτα μὴ ποιεῖν, οὐκ ἠθέλησα, ἀλλʼ ἐκαθήμην ἐν Ὠρεῷ, καὶ οἱ συμπρέσβεις, προξενίας κατασκευαζόμενοι.

ἀκούσατε δὴ τῆς Χάρητος ἐπιστολῆς, ἣν ἐπέστειλε τότε τῷ δήμῳ, ὅτι Κερσοβλέπτης ἀπολώλεκε τὴν ἀρχὴν καὶ Ἱερὸν ὄρος κατείληφε Φίλιππος Ἐλαφηβολιῶνος μηνὸς ἑβδόμῃ[*](ἑβδόμῃ . . . ἕκτῃ Spengel: ἕκτῃ . . . ἑβδόμῃ MSS. cp. iii. 73.) φθίνοντος· Δημοσθένης δʼ ἐν τῷ δήμῳ προήδρευε τούτου τοῦ μηνός, εἷς ὢν τῶν πρέσβεων, ἕκτῃ[*]( ἑβδόμῃ . . . ἕκτῃ Spengel: ἕβδόμῃ . . . ἑβδόμῃ MSS. cp. iii. 73.) φθίνοντος.

Ἐπιστολή

οὐ μόνον τοίνυν διετρίψαμεν τὰς λοιπὰς ἡμέρας τοῦ μηνός, ἀλλὰ Μουνιχιῶνος ἐξωρμήσαμεν. καὶ τούτου τὴν βουλὴν μάρτυρα ὑμῖν παρέξομαι· ἔστι γὰρ αὐτῆς ψήφισμα, ὃ κελεύει ἀπιέναι τοὺς πρέσβεις ἐπὶ τοὺς ὅρκους. καί μοι λέγε τὸ τῆς βουλῆς ψήφισμα.

Ψήφισμα

παρανάγνωθι δὴ καὶ τὸν χρόνον, ὅστις ἦν.

Χρόνος

ἀκούετε ὅτι Μουνιχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμένου. ὁ δὲ Κερσοβλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν ἀρχὴν πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης ὁ στρατηγός,[*]( στρατηγός Baiter: στρατηγὸς καὶ ἡ ἐπιστολή MSS.) τοῦ προτέρου μηνός, εἴπερ Ἐλαφηβολιών ἐστι Μουνιχιῶνος πρότερος. ἐδυνάμην ἂν οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην, ὃς πρὶν ἐμὲ ἐξορμᾶν οἴκοθεν ἀπωλώλει; ἔπειτα οἴεσθέ τι τοῦτον ἀληθὲς εἰρηκέναι ἢ περὶ τῶν ἐν Μακεδονίᾳ πραχθέντων ἢ περὶ τῶν ἐν Θετταλίᾳ, ὃς τοῦ βουλευτηρίου καὶ τῶν δημοσίων γραμμάτων καὶ τοῦ χρόνου καὶ τῶν ἐκκλησιῶν καταψεύδεται;