On the Embassy
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
περὶ δὲ Κερσοβλέπτου καὶ Φωκέων καὶ τῶν ἄλλων ἃ πρὸς τούτοις διαβέβλημαι, ὑπόλοιπον εἰπεῖν. ἐγὼ γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν τῇ ὑστέρᾳ πρεσβείᾳ, ἃ μὲν εἶδον, ὡς εἶδον, ὑμῖν ἀπήγγελλον, ἃ δʼ ἤκουσα, ὡς ἤκουσα. τίνα οὖν ἦν ἑκάτερα τούτων, ἅ τε εἶδον ἅ τε ἤκουσα περὶ Κερσοβλέπτου; εἶδον μὲν ἐγὼ καὶ οἱ συμπρέσβεις ἅπαντες ὁμηρεύοντα τὸν υἱὸν τὸν Κερσοβλέπτου παρὰ Φιλίππῳ· καὶ ἔτι καὶ νῦν τοῦθʼ οὕτως ἔχει.
συνέβαινε δέ, ὅτε τὴν προτέραν ἐπρεσβεύομεν πρεσβείαν, ἐμοὶ μὲν μετὰ τῶν συμπρέσβεων ἀπιέναι δεῦρο, Φιλίππῳ δʼ ἐπὶ Θράκην ἐξιέναι, πρὸς δʼ ἡμᾶς ὡμολογηκέναι, ἕως ἂν ὑμεῖς περὶ τῆς εἰρήνης βουλεύσησθε, μὴ ἐπιβήσεσθαι μεθʼ ὅπλων Χερρονήσου. ἐν ἐκείνῃ μὲν οὖν τῇ ἡμέρᾳ ᾗ ὑμεῖς ἐψηφίσασθε τὴν εἰρήνην, οὐδεμία μνεία ἐγένετο περὶ Κερσοβλέπτου· ἤδη δὲ ἡμῶν κεχειροτονημένων ἐπὶ τοὺς ὅρκους, οὔπω δὲ ἀπηρκότων ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἐκκλησία γίγνεται, ἐν ᾗ Δημοσθένης ὁ νυνὶ κατηγορῶν ἐμοῦ λαγχάνει προεδρεύειν.
ἐν δὲ ταύτῃ τῇ ἐκκλησίᾳ Κριτόβουλος ὁ Λαυμψακηνὸς εἶπε παρελθών, ὅτι πέμψειε μὲν αὑτὸν Κερσοβλέπτης, ἀξιοίη[*]( ἀξιοίη Franke: ἀξιοῖ MSS.) δὲ ἀποδοῦναι τοὺς ὅρκους τοῖς Φιλίππου πρέσβεσι, καὶ συναναγραφῆναι Κερσοβλέπτην ἐν τοῖς ὑμετέροις συμμάχοις. ῥηθέντων δὲ τῶν λόγων τούτων, Ἀλεξίμαχος ὁ Πήληξ δίδωσιν ἀναγνῶναι ψήφισμα τοῖς προέδροις, ἐν ᾧ ἐγέγραπτο ἀποδοῦναι τοὺς ὅρκους Φιλίππῳ μετὰ τῶν ἄλλων συμμάχων τὸν ἥκοντα παρὰ Κερσοβλέπτου.
ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος, καὶ ταῦτα οἶμαι πάντας ὑμᾶς μνημονεύειν, ἀναστὰς ἐκ τῶν προέδρων Δημοσθένης οὐκ ἔφη τὸ ψήφισμα ἐπιψηφιεῖν, οὐδὲ λύσειν τὴν πρὸς Φίλιππον εἰρήνην, οὐδὲ γιγνώσκειν τῶν συμμάχων τοὺς ὥσπερ συνεφαπτομένους τοῖς σπένδουσι τῶν ἱερῶν· ἀποδοθῆναι γὰρ περὶ τούτων ἑτέραν ἐκκλησίαν. βοώντων δὲ ὑμῶν καὶ τοὺς προέδρους ἐπὶ τὸ βῆμα καλούντων, οὕτως ἄκοντος αὐτοῦ τὸ ψήφισμα ἐπεψηφίσθη.
ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι τὸν γράψαντα τὸ ψήφισμα Ἀλεξίμαχον καὶ τοὺς συμπροέδρους τοὺς Δημοσθένους, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι.
Μαρτυρία
ὁ μὲν τοίνυν ἐπιδακρύσας ἀρτίως ἐνταυθοῖ Δημοσθένης μνησθεὶς Κερσοβλέπτου, φαίνεται τῆς συμμαχίας ἐκκλῄων αὐτόν. ὡς δʼ ἡ παροῦσα ἐκκλησία διελύθη, ἐξώρκιζον τοὺς συμμάχους οἱ τοῦ Φιλίππου πρέσβεις ἐν τῷ στρατηγίῳ τῷ ὑμετέρῳ.
τετόλμηκε δὲ πρὸς ὑμᾶς εἰπεῖν ὁ κατήγορος, ὡς ἀπὸ τῶν ἱερῶν ἐγὼ Κριτόβουλον ἀπήλασα τὸν πρεσβευτὴν τὸν παρὰ Κερσοβλέπτου, παρόντων μὲν τῶν συμμάχων, ἐψηφισμένου δὲ τοῦ δήμου, παρακαθημένων δὲ τῶν στρατηγῶν, πόθεν τοσαύτην ῥώμην λαβών; ἢ πῶς ἂν τὸ πρᾶγμα ἐσιγήθη; εἰ δʼ ἄρα ἐγὼ ἐτόλμων τοῦτο ποιεῖν, ἐπέτρεψας ἄν, ὦ Δημόσθενες, καὶ οὐκ ἐνέπλησας βοῆς καὶ κραυγῆς τὴν ἀγοράν, ὁρῶν με, ὡς ἔφησθʼ[*]( ἔφησθʼ Franke: ἔφης MSS.) ἀρτίως, ὠθοῦντα ἀπὸ τῶν ἱερῶν τὸν πρεσβευτήν; καλείτω δέ μοι τοὺς στρατηγοὺς ὁ κῆρυξ καὶ τοὺς συνέδρους τῶν συμμάχων, καὶ τὰς μαρτυρίας αὐτῶν ἀκούσατε.
Μαρτυρίαι
οὐκ οὖν δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἴ τις κατʼ ἀνδρὸς πολίτου, οὐχ ἑαυτοῦ, ἀλλʼ ὑμετέρου, τοῦτο γὰρ προδιορθοῦμαι, τολμᾷ τηλικαῦτα καταψεύδεσθαι, κινδυνεύοντος ὑπὲρ τοῦ σώματος; ἢ πῶς οὐκ εἰκότως οἱ πατέρες ἡμῶν ἐν ταῖς φονικαῖς δίκαις ταῖς[*]( ταῖς added by Scaliger.) ἐπὶ Παλλαδίῳ κατέδειξαν, τέμνοντα τὰ τόμια τὸν νικῶντα[*]( τὸν νικῶντα Scaliger: τοὺς νικῶντας MSS.) τῇ ψήφῳ ἐξορκίζεσθαι, καὶ τοῦτο ὑμῖν πάτριόν ἐστιν ἔτι καὶ νῦν, τἀληθῆ καὶ τὰ δίκαια ἐψηφίσθαι[*]( ἐψηφίσθαι Scaliger: ψηφίζεσθαι ( or ) ἐψηφίσθη MSS.) τῶν δικαστῶν ὅσοι τὴν ψῆφον ἤνεγκαν αὐτῷ, καὶ ψεῦδος μηδὲν εἰρηκέναι, εἰ δὲ μή, ἐξώλη αὐτὸν εἶναι ἐπαρᾶσθαι καὶ τὴν οἰκίαν τὴν αὑτοῦ, τοῖς δὲ δικασταῖς εὔχεσθαι πολλὰ καὶ ἀγαθὰ εἶναι; καὶ μάλα ὀρθῶς καὶ πολιτικῶς, ὦ ἄνδρες Ἀθηναῖοι·
εἰ γὰρ μηδεὶς ἂν ὑμῶν ἑαυτὸν ἀναπλῆσαι φόνου δικαίου βούλοιτο, ἦ που ἀδίκου γε φυλάξαιτʼ ἄν, τὴν ψυχὴν ἢ τὴν οὐσίαν ἢ τὴν ἐπιτιμίαν τινὸς ἀφελόμενος, ἐξ ὧν αὑτοὺς ἀνηρήκασί τινες, οἱ δὲ καὶ δημοσίᾳ ἐτελεύτησαν. ἆρʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοίητʼ ἄν μοι συγγνώμην, εἰ κίναιδον αὐτὸν προσειπὼν καὶ μὴ καθαρεύοντα τῷ σώματι, μηδʼ ὅθεν τὴν φωνὴν ἀφίησιν, ἔπειτα τὸ λοιπὸν μέρος τοῦ κατηγορήματος τοῦ περὶ Κερσοβλέπτην ἐπʼ αὐτοφώρῳ δείξαιμι ψεῦδος ὄν;
κάλλιστον γὰρ οἶμαι πρᾶγμα καὶ χρησιμώτατον τοῖς διαβαλλομένοις παρʼ ὑμῖν γίγνεται· καὶ γὰρ τοὺς χρόνους καὶ τὰ ψηφίσματα καὶ τοὺς ἐπιψηφίσαντας ἐν τοῖς δημοσίοις γράμμασι τὸν ἅπαντα χρόνον φυλάττετε. εἴρηκε δὲ οὗτος πρὸς ὑμᾶς, παρὰ τοῦτο διαφθαρῆναι τὰ Κερσοβλέπτου πράγματα, ὅτι τῆς πρεσβείας ὢν ἡγεμὼν ἐγὼ καὶ κατευημερηκὼς παρʼ ὑμῖν, αὐτοῦ κελεύοντος εἰς Θρᾴκην ἡμᾶς ἰέναι Κερσοβλέπτου πολιορκουμένου, καὶ διαμαρτύρασθαι Φιλίππῳ ταῦτα μὴ ποιεῖν, οὐκ ἠθέλησα, ἀλλʼ ἐκαθήμην ἐν Ὠρεῷ, καὶ οἱ συμπρέσβεις, προξενίας κατασκευαζόμενοι.
ἀκούσατε δὴ τῆς Χάρητος ἐπιστολῆς, ἣν ἐπέστειλε τότε τῷ δήμῳ, ὅτι Κερσοβλέπτης ἀπολώλεκε τὴν ἀρχὴν καὶ Ἱερὸν ὄρος κατείληφε Φίλιππος Ἐλαφηβολιῶνος μηνὸς ἑβδόμῃ[*](ἑβδόμῃ . . . ἕκτῃ Spengel: ἕκτῃ . . . ἑβδόμῃ MSS. cp. iii. 73.) φθίνοντος· Δημοσθένης δʼ ἐν τῷ δήμῳ προήδρευε τούτου τοῦ μηνός, εἷς ὢν τῶν πρέσβεων, ἕκτῃ[*]( ἑβδόμῃ . . . ἕκτῃ Spengel: ἕβδόμῃ . . . ἑβδόμῃ MSS. cp. iii. 73.) φθίνοντος.
Ἐπιστολή
οὐ μόνον τοίνυν διετρίψαμεν τὰς λοιπὰς ἡμέρας τοῦ μηνός, ἀλλὰ Μουνιχιῶνος ἐξωρμήσαμεν. καὶ τούτου τὴν βουλὴν μάρτυρα ὑμῖν παρέξομαι· ἔστι γὰρ αὐτῆς ψήφισμα, ὃ κελεύει ἀπιέναι τοὺς πρέσβεις ἐπὶ τοὺς ὅρκους. καί μοι λέγε τὸ τῆς βουλῆς ψήφισμα.
Ψήφισμα
παρανάγνωθι δὴ καὶ τὸν χρόνον, ὅστις ἦν.
Χρόνος
ἀκούετε ὅτι Μουνιχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμένου. ὁ δὲ Κερσοβλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν ἀρχὴν πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης ὁ στρατηγός,[*]( στρατηγός Baiter: στρατηγὸς καὶ ἡ ἐπιστολή MSS.) τοῦ προτέρου μηνός, εἴπερ Ἐλαφηβολιών ἐστι Μουνιχιῶνος πρότερος. ἐδυνάμην ἂν οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην, ὃς πρὶν ἐμὲ ἐξορμᾶν οἴκοθεν ἀπωλώλει; ἔπειτα οἴεσθέ τι τοῦτον ἀληθὲς εἰρηκέναι ἢ περὶ τῶν ἐν Μακεδονίᾳ πραχθέντων ἢ περὶ τῶν ἐν Θετταλίᾳ, ὃς τοῦ βουλευτηρίου καὶ τῶν δημοσίων γραμμάτων καὶ τοῦ χρόνου καὶ τῶν ἐκκλησιῶν καταψεύδεται;
καὶ τὸν Κερσοβλέπτην Ἀθήνησι μὲν ἔκσπονδον ἐποίεις,[*]( ἐποίεις Weidner: ἐποίεις πρόεδρος ὤν MSS.) ἐν Ὠρεῷ δʼ ἠλέεις; καὶ νῦν μὲν δωροδοκίας κατηγορεῖς, πρότερον δʼ ὑπέμεινας τὴν ἐπιβολὴν τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, οὐκ ἐπεξιὼν τῇ τοῦ τραύματος γραφῇ, ἣν ἐγράψω Δημομέλην τὸν Παιανιέα, ἀνεψιὸν ὄντα, ἐπιτεμὼν τὴν σαυτοῦ κεφαλήν; καὶ σεμνολογεῖ[*](σεμνολογεῖ Cobet: σεμνολογεῖς MSS.) ὡς[*](ὡς Stephanus: ἡμῖν ὡς MSS.) οὐκ εἰδόσι τούτοις ὅτι Δημοσθένους υἱὸς εἶ νόθος τοῦ μαχαιροποιοῦ;
ἐπεχείρησας δʼ εἰπεῖν, ὡς καὶ τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβείαν ἐξομοσάμενος παρεπρέσβευσα, καὶ ψήφισμα τὸ μὲν ἀνέγνως, τὸ δὲ ὑπερέβης. ἐγὼ δʼ αἱρεθεὶς πρεσβευτὴς ἐπὶ τοὺς Ἀμφικτύονας, ἀρρώστως δʼ ἔχων, καὶ μετὰ πολλῆς προθυμίας ἀπαγγέλλων ἀφʼ ἧς ἧκον πρεσβείας πρὸς ὑμᾶς, τὴν μὲν πρεσβείαν οὐκ ἐξωμοσάμην, ἀλλʼ ὑπεσχόμην πρεσβεύσειν, ἐὰν ὦ δυνατός, πρὸς δὲ τὴν βουλὴν ἀπιόντων τῶν συμπρέσβεων τὸν ἀδελφὸν τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τὸν ἰατρὸν ἔπεμψα, οὐκ ἐξομουμένους·
οὐδὲ γὰρ ὁ νόμος ἐᾷ τὰς ἐκ τοῦ δήμου χειροτονίας ἐν τῇ βουλῇ ἐξόμνυσθαι· ἀλλὰ τὴν ἀρρωστίαν μου δηλώσοντας.
ἐπειδὴ δὲ οἱ συμπρέσβεις πυθόμενοι τὰ περὶ τοὺς Φωκέας συμβάντα ἀνέστρεψαν, γενομένης ἐκκλησίας ἤδη παρὼν καὶ δυνάμενος τῷ σώματι, προσαναγκάζοντος τοῦ δήμου μηδὲν ἧττον πρεσβεύειν ἡμᾶς τοὺς ἐξ ἀρχῆς αἱρεθέντας ἅπαντας, ἀψευδεῖν πρὸς Ἀθηναίους ᾤμην δεῖν.
καὶ ταύτης τῆς πρεσβείας οὐ κατηγόρεις μου διδόντος τὰς εὐθύνας, ἀλλʼ ἐπὶ ταύτην[*]( ταύτην Bekker: ταύτην τὴν πρεσβείαν MSS.) ἥκεις τὴν ἐπὶ τοὺς ὅρκους, ὑπὲρ ἧς ἐγὼ σαφῶς καὶ δικαίως ἀπολογήσομαι. σοὶ μὲν γὰρ ἁρμόττει καὶ πᾶσι τοῖς ψευδομένοις μεταφέρειν τοὺς χρόνους, ἐμοὶ δʼ ἐφεξῆς λέγειν, ἀναλαβόντι τὴν ἀρχὴν τοῦ λόγου ἀπὸ τῆς πορείας τῆς ἐπὶ τοὺς ὅρκους.[*]( ὅρκους Bekker: ὅρκους καὶ τῆς πρεσβείας MSS.)
πρῶτον μὲν γὰρ δέκα πρέσβεων ὄντων, ἑνδεκάτου δὲ τοῦ συμπεμφθέντος ἡμῖν ἀπὸ τῶν συμμάχων, οὐδεὶς αὐτῷ συσσιτεῖν, ὅτʼ ἐξῇμεν ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἤθελεν, οὐδὲ[*]( οὐδὲ Bekker: οὔτε MSS.) ἐν ταῖς ὁδοῖς, ὅπου δυνατὸν ἦν, εἰς ταὐτὸν πανδοκεῖον καταλύειν, ὁρῶντες αὐτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ πᾶσιν αὐτοῖς ἐπιβεβουλευκότα.
περὶ μὲν οὖν τῆς ἐπὶ Θρᾴκης ὁδοῦ οὐκ ἐγένετο μνεία· οὔτε[*]( οὔτε Bekker: οὐδὲ MSS.) γὰρ τὸ ψήφισμα τοῦθʼ ἡμῖν προσέταττεν, ἀλλʼ ἀπολαβεῖν μόνον τοὺς ὅρκους καὶ ἄλλʼ ἄττα, οὔτʼ ἐλθόντας πράττειν οὐδὲν ἐνεδέχετο, τῶν περὶ Κερσοβλέπτην ἤδη γεγενημένων, ὡς ἀρτίως ἠκούσατε, οὔθʼ οὗτος οὐδὲν ἀληθὲς εἶπεν, ἀλλὰ ψεύδεται καὶ κατηγορεῖν οὐδὲν ἀληθὲς ἔχων τερατεύεται.
συνηκολούθουν δʼ αὐτῷ ἄνθρωποι δύο στρωματόδεσμα φέροντες· ἐν δὲ τῷ ἑτέρῳ τούτων, ὡς αὐτὸς ἔφη, τάλαντον ἐνῆν ἀργυρίου. ὥστε τοὺς συμπρέσβεις ἀναμιμνῄσκεσθαι τὰς ἀρχαίας ἐπωνυμίας αὐτοῦ· ἐν παισὶ μὲν γὰρ ὢν ἐκλήθη διʼ αἰσχρουργίαν τινὰ καὶ κιναιδίαν Βάταλος, ἐκ παίδων δὲ ἀπαλλαττόμενος καὶ δεκαταλάντους δίκας ἑκάστῳ τῶν ἐπιτρόπων λαγχάνων, Ἀργᾶς,[*]( Ἀργᾶς Blass: Ἀργᾶς ἐκλήθη MSS.) ἀνὴρ δὲ γενόμενος προσείληφε τὴν τῶν πονηρῶν κοινὴν ἐπωνυμίαν, συκοφάντης.
ἐπορεύετο δὲ λυσόμενος τοὺς αἰχμαλώτους, ὡς ἔφη, καὶ πρὸς ὑμᾶς ἀρτίως εἴρηκεν, εἰδὼς μὲν Φίλιππον ἐν τῷ πολέμῳ οὐδένα πώποτε Ἀθηναίων λύτρα πραξάμενον, ἀκούων δὲ τῶν ἐκείνου φίλων ἁπάντων, ὅτι καὶ τοὺς λοιπούς, ἐὰν εἰρήνη γένηται, ἀφήσει, πολλῶν δʼ ἠτυχηκότων τάλαντον φέρων, ἑνὸς ἀνδρός, οὐδὲ τούτου λίαν εὐπόρου, ἱκανὰ λύτρα.