On the Embassy
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
Δόγμα Συνέδρων
παρανάγνωθι δή μοι καὶ τὸ Δημοσθένους ψήφισμα, ἐν ᾧ κελεύει τοὺς πρυτάνεις μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει καὶ τὴν ἐν Διονύσου ἐκκλησίαν προγράψαι δύο ἐκκλησίας, τὴν μὲν τῇ ὀγδόῃ ἐπὶ δέκα, τὴν δὲ τῇ ἐνάτῃ,[*]( ἐνάτῃ Cobet: ἐνάτῃ ἐπὶ δέκα MSS.) ὁρίζων τὸν χρόνον καὶ προϋφαιρῶν τὰς ἐκκλησίας, πρὶν ἐπιδημῆσαι τοὺς ἀπὸ τῶν Ἑλλήνων πρέσβεις. καὶ τὸ μὲν τῶν συμμάχων δόγμα κελεύει, ᾧ συνειπεῖν καὶ ἐγὼ ὁμολογῶ, ὑπὲρ εἰρήνης μόνον ὑμᾶς βουλεύσασθαι, Δημοσθένης δὲ καὶ περὶ συμμαχίας κελεύει. λέγε αὐτοῖς τὸ ψήφισμα.
Ψήφισμα
τῶν μὲν ψηφισμάτων ἀμφοτέρων ἀκηκόατε,[*]( The MSS. have ὦ Ἀθηιαῖοι before or after the verb: Weidner omits.) ὑφʼ ὧν ἐξελέγχεται Δημοσθένης τὰς ἀποδημούσας πρεσβείας ἐπιδημεῖν φάσκων, καὶ βουλομένων ὑμῶν ἀκροάσασθαι, τὸ τῶν συμμάχων ἄκυρον πεποιηκὼς δόγμα. οἱ μὲν γὰρ ἀπεφήναντο ἀναμεῖναι[*]( ἀναμεῖναι Cobet: the MSS. have ἀναμεῖναι τὴν πόλιν (one has τῇ πόλει).) τὰς Ἑλληνικὰς πρεσβείας, Δημοσθένης δὲ οὐ λόγῳ μόνον κεκώλυκε περιμεῖναι, ὁ πάντων αἴσχιστα καὶ τάχιστα μετατιθέμενος, ἀλλʼ ἔργῳ καὶ ψηφίσματι, προστάξας ἤδη βεβουλεῦσθαι.
εἴρηκε δὲ ὡς ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγορήσαντος Φιλοκράτους, ὕστερον ἀναβὰς ἐγὼ κατεμεμψάμην ἣν εἰσηγεῖτο ἐκεῖνος εἰρήνην, αἰσχρὰν καὶ τῆς πόλεως ἀναξίαν εἶναι φάσκων, τῇ δʼ ὑστεραίᾳ πάλιν[*]( πάλιν Cobet: πάλιν ἡμέρα MSS.) ὡς συναγορεύοιμι τῷ Φιλοκράτει, καὶ τὴν ἐκκλησίαν εὐημερήσας οἰχοίμην[*]( οἰχοίμην Blass: ᾠχόμην MSS.) φέρων, πείθων ὑμᾶς μὴ προσέχειν τοῖς τὰς μάχας καὶ τὰ τῶν προγόνων λέγουσι τρόπαια, μηδὲ τοῖς Ἕλλησι βοηθεῖν.
ὅτι δʼ οὐ ψευδῆ μόνον κατηγόρηκεν, ἀλλὰ καὶ ἀδύνατα γενέσθαι, μίαν μὲν αὐτὸς καθʼ αὑτοῦ[*]( αὑτοῦ Cobet: αὑτοῦ Δημοσθένης MSS.) μαρτυρίαν μαρτυρήσει, ἑτέραν δὲ πάντες Ἀθηναῖοι καὶ ὑμεῖς ἀναμιμνῃσκόμενοι, τρίτην δὲ ἡ τῆς αἰτίας ἀπιθανότης, τετάρτην δὲ ἀνὴρ ἀξιόλογος, εἷς τῶν πολιτευομένων, Ἀμύντωρ, ᾧ ψήφισμα[*]( ψήφισμα Blass: τὸ ψήφισμα MSS.) ἐπεδείξατο Δημοσθένης καὶ ἀνεκοινοῦτο, εἰ δῷ τῷ γραμματεῖ, οὐχ ὑπεναντία,[*]( ὑπεναντία Blass: ὑπεναντίαν or ὑπεναντίον MSS.) ἀλλὰ ταὐτὰ[*]( ταὐτὰ Blass: ταὐτὸν MSS.) γεγραφὼς Φιλοκράτει.
καί μοι λαβὲ τὸ ψήφισμα καὶ ἀνάγνωθι τὸ Δημοσθένους, ἐν ᾧ φαίνεται γεγραφώς, τῇ μὲν προτέρᾳ τῶν ἐκκλησιῶν συμβουλεύειν τὸν βουλόμενον, τῇ δʼ ὑστέρᾳ τοὺς προέδρους ἐπιψηφίζειν τὰς γνώμας, λόγον δὲ μὴ προτιθέναι, ἐν ᾗ[*]( ᾗ Bekker: ᾧ MSS.) μέ φησιν αὐτὸς Φιλοκράτει συνειπεῖν.
Ψήφισμα
οὐκοῦν τὰ μὲν ψηφίσματα, ὡς ἐξ ἀρχῆς ἐγράφη, μένει, οἱ δὲ τῶν συκοφαντῶν λόγοι πρὸς τοὺς ἐφʼ ἡμέραν καιροὺς λέγονται. ποιεῖ δέ μου τὴν δημηγορίαν ὁ μὲν κατήγορος διαιρετήν, τὸ ψήφισμα δὲ καὶ τἀληθὲς μίαν· λόγον γὰρ μὴ προτιθέντων[*]( λόγον . . . προτιθέντων Cobet: λόγων . . . προτεθέντων MSS.) εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων,[*]( προέδρων Cobet: προέδρων κωλυόντων MSS.) οὐκ εἰπεῖν. τί δʼ ἂν καὶ βουλόμενος, εἴπερ ταὐτὰ Φιλοκράτει προειλόμην, κατηγόρουν μὲν πρὸς τοὺς αὐτοὺς ἀκροατὰς τῇ προτεραίᾳ, μίαν δὲ νύκτα διαλιπὼν συνηγόρουν; πότερα ὡς αὐτὸς εὐδοξήσων, ἢ ὡς ἐκεῖνον ὠφελήσων; ἀλλʼ οὐκ ἐνῆν οὐδέτερα[*]( οὐδέτερα Sakorraphos: ἀμφύτερα MSS.) ἐξενέγκασθαι, ἀλλʼ ὑπὸ πάντων μὲν μισεῖσθαι, περαίνειν δὲ μηδέν.
κάλει δέ μοι καὶ Ἀμύντορα Ἑρχιέα, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. ὃν δὲ τρόπον γέγραπται, προδιελθεῖν ὑμῖν βούλομαι. μαρτυρεῖ Ἀμύντωρ Αἰσχίνῃ, ὅτε ἐβουλεύετο ὁ δῆμος περὶ τῆς συμμαχίας τῆς πρὸς Φίλιππον κατὰ τὸ Δημοσθένους ψήφισμα, ἐν τῇ ὑστέρᾳ τῶν δυοῖν ἐκκλησιῶν, ὅτε οὐκ ἐξῆν δημηγορεῖν, ἀλλὰ τὰ περὶ τῆς εἰρήνης καὶ συμμαχίας ψηφίσματα ἐπεψηφίζετο,
ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα[*]( The MSS. have ψήφισμα γεγραμμένον · Blass brackets γεγραμμένον.) ἑαυτῷ, ἐφʼ ᾧ ἐπεγέγραπτο τὸ[*]( τὸ added by Markland.) Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ[*]( δῷ Markland: δῷ τῷ γραμματεῖ MSS.) τοῖς προέδροις ἐπιψηφίσαι,[*]( τοῖς προέδροις ἐπιψηφίσαι Blass (ἐπιψηφίσαι Markland) · ἐπιψηφίσασθαι τοῖς προέδροις MSS.) καὶ εἶναι, ἐφʼ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφʼ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει. κάλει δέ μοι Ἀμύντορα Ἑρχιέα, καὶ ἐκκλήτευε, ἐὰν μὴ θέλῃ δευρὶ παρεῖναι.
Μαρτυρία
τῆς μὲν μαρτυρίας ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι· σκοπεῖτε δὴ πότερα ὑμῖν δοκεῖ Δημοσθένης ἐμοῦ κατηγορηκέναι, ἢ τοὐναντίον αὐτὸς αὑτοῦ ἐπὶ τῷ ἐμῷ ὀνόματι. ἐπειδὴ δὲ καὶ τὴν δημηγορίαν μου διαβάλλει, καὶ τοὺς εἰρημένους λόγους ἐπὶ τὰ χείρω διεξέρχεται, οὔτʼ ἂν ἀποδραίην, οὔτʼ ἂν τῶν τότʼ εἰρημένων οὐδὲν ἀρνησαίμην, οὔτʼ αἰσχύνομαι ἐπʼ αὐτοῖς, ἀλλὰ καὶ φιλοτιμοῦμαι.
βούλομαι δʼ ὑμᾶς καὶ τοὺς καιροὺς ὑπομνῆσαι, ἐν οἷς ἐβουλεύεσθε. τὴν μὲν γὰρ ἀρχὴν ἐποιησάμεθα τοῦ πολέμου ὑπὲρ Ἀμφιπόλεως, συνέβαινε δʼ ἡμῶν τὸν στρατηγὸν ἐν τῷ πολέμῳ ἑβδομήκοντα μὲν καὶ πέντε πόλεις συμμαχίδας ἀποβεβληκέναι, ἃς ἐκτήσατο Τιμόθεος ὁ Κόνωνος καὶ κατέστησεν εἰς τὸ συνέδριον· (προῄρημαι γὰρ παρρησιάσασθαι, καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι· ἐὰν δὲ ἄλλως πως γιγνώσκητε, καταχρήσασθέ μοι· οὐ γὰρ ἂν ὑποστειλαίμην·)
ἑκατὸν δὲ καὶ πεντήκοντα τριήρεις λαβόντα ἐκ τῶν νεωρίων μὴ κατακεκομικέναι, καὶ ταῦτα ὑμῖν ἐν τοῖς ἀγῶσιν ἀεὶ τοῖς Χάρητος οἱ κατήγοροι δεικνύουσι, χίλια δὲ καὶ πεντακόσια τάλαντα οὐκ εἰς στρατιώτας, ἀλλʼ εἰς ἡγεμόνων ἀλαζονείας ἀνηλωκέναι, Δηιάρην τε καὶ Δηίπυρον καὶ Πολυφόντην, δραπέτας ἀνθρώπους ἐκ τῆς Ἑλλάδος συνειλεγμένους, καὶ χωρὶς εἰς τοὺς περὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν μισθοφόρους, οἳ τοὺς μὲν ταλαιπώρους νησιώτας καθʼ ἕκαστον ἐνιαυτὸν ἑξήκοντα τάλαντα εἰσέπραττον σύνταξιν, κατῆγον δὲ τὰ πλοῖα καὶ τοὺς Ἕλληνας ἐκ τῆς κοινῆς θαλάττης.
ἀντὶ δὲ ἀξιώματος καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἡ πόλις ἡμῶν τῆς[*]( τῆς added by Bremi.) Μυοννήσου καὶ τῆς τῶν λῃστῶν δόξης ἀνεπίμπλατο· Φίλιππος δὲ ὁρμηθεὶς ἐκ Μακεδονίας, οὐκέθʼ ὑπὲρ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἠγωνίζετο, ἀλλʼ ἤδη περὶ Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου, τῶν ἡμετέρων κτημάτων· ἐξέλειπον[*]( ἐξέλειπον Stephanus: ἐξέλιπον MSS.) δὲ Χερρόνησον ἡμῶν οἱ πολῖται, τὴν οὖσαν ὁμολογουμένως Ἀθηναίων· πλείους δὲ ἐκκλησίας συγκλήτους ἠναγκάζεσθε ἐκκλησιάζειν μετὰ φόβου καὶ θορύβου, ἢ τὰς τεταγμένας ἐκ τῶν νόμων·
οὕτω δʼ ἦν σφαλερὰ καὶ ἐπικίνδυνα τὰ πράγματα, ὥστε ἠναγκάσθη γράψαι ψήφισμα Κηφισοφῶν ὁ Παιανιεύς, εἷς τῶν φίλων καὶ ἑταίρων τῶν Χάρητος, ἐκπλεῖν τὴν ταχίστην Ἀντίοχον τὸν ἐπὶ τῶν ὑπηρετικῶν, καὶ ζητεῖν τὸν στρατηγὸν τὸν ἐπὶ τῇ δυνάμει τεταγμένον, κἂν ἐντύχῃ που, φράζειν ὅτι θαυμάζει ὁ δῆμος ὁ Ἀθηναίων, εἰ Φίλιππος μὲν ἐπὶ Χερρόνησον τὴν Ἀθηναίων πορεύεται, Ἀθηναῖοι δὲ οὐδὲ τὸν στρατηγὸν ἴσασιν οὐδὲ τὴν δύναμιν ἣν ἐξέπεμΨαν, ὅπου ἐστίν. ὅτι δʼ ἀληθῆ λέγω, ἀκούσατε τοῦ Ψηφίσματος, καὶ ἀναμνήσθητε τοῦ πολέμου, καὶ τὴν εἰρήνην τοὺς τῶν ὅπλων ἡγεμόνας, ἀλλὰ μὴ τοὺς πρέσβεις, ἀπαιτεῖτε.
Ψήφισμα
οἱ μὲν καιροὶ τῆς πόλεως τοιοῦτοι, ἐν οἷς οἱ περὶ τῆς εἰρήνης ἐγίγνοντο λόγοι· ἀνιστάμενοι δὲ οἱ συντεταγμένοι ῥήτορες, περὶ μὲν τῆς σωτηρίας τῆς πόλεως οὐδʼ ἐνεχείρουν λέγειν, ἀποβλέπειν δὲ εἰς τὰ προπύλαια τῆς ἀκροπόλεως ἐκέλευον ὑμᾶς, καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας[*]( ναυμαχίας Cobet: the MSS. have πρὸς τὸν Πέρσην before or after ναυμαχίας.) μεμνῆσθαι, καὶ τῶν τάφων τῶν προγόνων καὶ τῶν τροπαίων.
ἐγὼ δὲ ἁπάντων μὲν τούτων ἔφην δεῖν μεμνῆσθαι, μιμεῖσθαι μέντοι τὰς τῶν προγόνων εὐβουλίας, τὰ δὲ ἁμαρτήματα αὐτῶν καὶ τὴν ἄκαιρον φιλονικίαν[*]( φιλονικίαν Cobet: φιλονεικίαν MSS.) φυλάττεσθαι, τὴν μὲν ἐν Πλαταιαῖς πεζομαχίαν,[*]( πεζομαχίαν Cobet: πρὸς τοὺς Πέρσας πεζομαχίαν MSS.) καὶ τοὺς ἀγῶνας τοὺς περὶ Σαλαμῖνα, καὶ τὴν ἐν Μαραθῶνι μάχην, καὶ τὴν ἐπʼ Ἀρτεμισίῳ ναυμαχίαν, καὶ τὴν Τολμίδου ζηλοῦν στρατηγίαν κελεύων, ὃς χιλίους ἔχων ἐπιλέκτους Ἀθηναίων, διὰ μέσης Πελοποννήσου πολεμίας οὔσης ἀδεῶς διεξῄει.
τὴν δʼ εἰς Σικελίαν στρατείαν φυλάττεσθαι, ἣν ἐξέπεμΨαν Λεοντίνοις βοηθήσοντες, τῶν πολεμίων ἐμβεβληκότων εἰς τὴν χώραν ἡμῶν καὶ Δεκελείας ἐπιτετειχισμένης, καὶ τὴν τελευταίαν ἀβουλίαν,[*]( ἀβουλίαν Baiter: ἀβουλίαν φυλάξασθαι MSS.) ὅθʼ ἡττημένοι τῷ πολέμῳ, προκαλουμένων αὐτοὺς Λακεδαιμονίων εἰρήνην ἄγειν ἔχοντας πρὸς τῇ Ἀττικῇ Λῆμνον καὶ Ἴμβρον καὶ Σκῦρον καὶ δημοκρατουμένους κατὰ τοὺς νόμους, τούτων μὲν οὐδὲν ἤθελον ποιεῖν, πολεμεῖν δὲ προῃροῦντο οὐ δυνάμενοι, Κλεοφῶν δὲ ὁ λυροποιός, ὃν πολλοὶ δεδεμένον ἐν πέδαις ἐμνημόνευον, παρεγγραφεὶς αἰσχρῶς πολίτης καὶ διεφθαρκὼς νομῇ χρημάτων τὸν δῆμον, ἀπολόψειν ἠπείλει μαχαίρᾳ τὸν τράχηλον, εἴ τις εἰρήνης μνησθήσεται·
τελευτῶντες δὲ εἰς τοῦτο τὴν πόλιν προήγαγον, ὥστε ἀγαπητῶς τὴν εἰρήνην ποιήσασθαι, ἀποστάντας πάντων καὶ τὰ τείχη καθελόντας, καὶ παραδεξαμένους φρουρὰν καὶ Λακεδαιμόνιον ἁρμοστήν, καὶ τῆς δημοκρατίας τοῖς τριάκοντα ἀφεμένους, οἳ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν. τὴν μὲν τοιαύτην ἀβουλίαν ὁμολογῶ παραγγέλλειν φυλάττεσθαι, τὰ δʼ ὀλίγῳ πρότερον εἰρημένα μιμεῖσθαι. οὐ γὰρ παρὰ τῶν ἀλλοτρίων, ἀλλὰ παρὰ τοῦ πάντων οἰκειοτάτου ταῦτα ἐπυνθανόμην.
ἀτρόμητος γὰρ ὁ πατὴρ ὁ ἡμέτερος, ὃν σὺ λοιδορεῖς οὔτʼ εἰδὼς οὔτʼ ἐπιδὼν τῆς ἑαυτοῦ ἡλικίας ὅστις ἦν, καὶ ταῦτα, ὦ Δημόσθενες, ἐκ τῶν νομάδων Σκυθῶν τὸ πρὸς μητρὸς ὢν γένος, ἔφυγε μὲν ἐπὶ τῶν τριάκοντα, συγκατήγαγε δὲ τὸν δῆμον· καὶ ὁ τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, θεῖος δὲ ἡμέτερος, Κλεόβουλος ὁ Γλαύκου τοῦ Ἀχαρνέως υἱός, μετὰ Δημαινέτου τοῦ Βουζύγου συγκατεναυμάχησε Χείλωνα τὸν Λακεδαιμονίων ναύαρχον· ὥστε οἰκεῖά μοι καὶ συνήθη τὰ τῆς πόλεως ἀτυχήματα εἶναι τοῖς ὠσὶν ἀκούειν.
ἐπιτιμᾷς δέ μοι καὶ τὴν ἐν τοῖς μυρίοις ἐν Ἀρκαδίᾳ δημηγορίαν καὶ πρεσβείαν, καὶ μεταβεβλῆσθαί με φῄς, αὐτὸς ὢν ἀνδραποδώδης καὶ μόνον οὐκ ἐστιγμένος αὐτόμολος. ἐγὼ δʼ ἐν μὲν τῷ πολέμῳ συνίστην, καθʼ ὅσον ἦν δυνατός, Ἀρκάδας καὶ τοὺς ἄλλους Ἕλληνας ἐπὶ Φίλιππον· οὐδενὸς δʼ ἀνθρώπων ἐπικουροῦντος τῇ πόλει, ἀλλὰ τῶν μὲν περιορώντων ὅ τι συμβήσεται, τῶν δὲ συνεπιστρατευόντων, τῶν δʼ ἐν τῇ πόλει ῥητόρων χορηγὸν ταῖς καθʼ ἡμέραν δαπάναις τὸν πόλεμον ποιουμένων, ὁμολογῶ συμβουλεῦσαι τῷ δήμῳ διαλύσασθαι πρὸς Φίλιππον καὶ τὴν εἰρήνην συνθέσθαι, ἣν σὺ νομίζεις νῦν αἰσχράν, ὁ[*]( ὁ added by Cobet.) οὐδὲ πώποθʼ ἁψάμενος ὅπλων, ἐγὼ δὲ ταύτην εἶναι πολλῷ φημι καλλίω τοῦ πολέμου.
χρὴ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν πρέσβεις θεωρεῖν πρὸς τὸν καιρὸν καθʼ ὃν ἐπρέσβευον, τοὺς δὲ στρατηγοὺς πρὸς τὰς δυνάμεις ὧν ἡγοῦντο. καὶ γὰρ τὰς εἰκόνας ἵστατε, καὶ τὰς προεδρίας καὶ τοὺς στεφάνους καὶ τὰς ἐν πρυτανείῳ σιτήσεις δίδοτε, οὐ τοῖς τὴν εἰρήνην ἀπαγγείλασιν, ἀλλὰ τοῖς τὴν μάχην νικήσασιν. εἰ δʼ ἔσονται τῶν πολέμων αἱ μὲν εὔθυναι τῶν πρέσβεων, αἱ δὲ δωρεαὶ τῶν στρατηγῶν, ἀσπόνδους καὶ ἀκηρύκτους τοὺς πολέμους ποιήσετε· οὐδεὶς γὰρ ἐθελήσει πρεσβεύειν.