On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

Μαρτυρία

τῆς μὲν μαρτυρίας ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι· σκοπεῖτε δὴ πότερα ὑμῖν δοκεῖ Δημοσθένης ἐμοῦ κατηγορηκέναι, ἢ τοὐναντίον αὐτὸς αὑτοῦ ἐπὶ τῷ ἐμῷ ὀνόματι. ἐπειδὴ δὲ καὶ τὴν δημηγορίαν μου διαβάλλει, καὶ τοὺς εἰρημένους λόγους ἐπὶ τὰ χείρω διεξέρχεται, οὔτʼ ἂν ἀποδραίην, οὔτʼ ἂν τῶν τότʼ εἰρημένων οὐδὲν ἀρνησαίμην, οὔτʼ αἰσχύνομαι ἐπʼ αὐτοῖς, ἀλλὰ καὶ φιλοτιμοῦμαι.

βούλομαι δʼ ὑμᾶς καὶ τοὺς καιροὺς ὑπομνῆσαι, ἐν οἷς ἐβουλεύεσθε. τὴν μὲν γὰρ ἀρχὴν ἐποιησάμεθα τοῦ πολέμου ὑπὲρ Ἀμφιπόλεως, συνέβαινε δʼ ἡμῶν τὸν στρατηγὸν ἐν τῷ πολέμῳ ἑβδομήκοντα μὲν καὶ πέντε πόλεις συμμαχίδας ἀποβεβληκέναι, ἃς ἐκτήσατο Τιμόθεος ὁ Κόνωνος καὶ κατέστησεν εἰς τὸ συνέδριον· (προῄρημαι γὰρ παρρησιάσασθαι, καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι· ἐὰν δὲ ἄλλως πως γιγνώσκητε, καταχρήσασθέ μοι· οὐ γὰρ ἂν ὑποστειλαίμην·)

ἑκατὸν δὲ καὶ πεντήκοντα τριήρεις λαβόντα ἐκ τῶν νεωρίων μὴ κατακεκομικέναι, καὶ ταῦτα ὑμῖν ἐν τοῖς ἀγῶσιν ἀεὶ τοῖς Χάρητος οἱ κατήγοροι δεικνύουσι, χίλια δὲ καὶ πεντακόσια τάλαντα οὐκ εἰς στρατιώτας, ἀλλʼ εἰς ἡγεμόνων ἀλαζονείας ἀνηλωκέναι, Δηιάρην τε καὶ Δηίπυρον καὶ Πολυφόντην, δραπέτας ἀνθρώπους ἐκ τῆς Ἑλλάδος συνειλεγμένους, καὶ χωρὶς εἰς τοὺς περὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν μισθοφόρους, οἳ τοὺς μὲν ταλαιπώρους νησιώτας καθʼ ἕκαστον ἐνιαυτὸν ἑξήκοντα τάλαντα εἰσέπραττον σύνταξιν, κατῆγον δὲ τὰ πλοῖα καὶ τοὺς Ἕλληνας ἐκ τῆς κοινῆς θαλάττης.

ἀντὶ δὲ ἀξιώματος καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἡ πόλις ἡμῶν τῆς[*]( τῆς added by Bremi.) Μυοννήσου καὶ τῆς τῶν λῃστῶν δόξης ἀνεπίμπλατο· Φίλιππος δὲ ὁρμηθεὶς ἐκ Μακεδονίας, οὐκέθʼ ὑπὲρ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἠγωνίζετο, ἀλλʼ ἤδη περὶ Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου, τῶν ἡμετέρων κτημάτων· ἐξέλειπον[*]( ἐξέλειπον Stephanus: ἐξέλιπον MSS.) δὲ Χερρόνησον ἡμῶν οἱ πολῖται, τὴν οὖσαν ὁμολογουμένως Ἀθηναίων· πλείους δὲ ἐκκλησίας συγκλήτους ἠναγκάζεσθε ἐκκλησιάζειν μετὰ φόβου καὶ θορύβου, ἢ τὰς τεταγμένας ἐκ τῶν νόμων·