On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

καί μοι λαβὲ τὸ ψήφισμα καὶ ἀνάγνωθι τὸ Δημοσθένους, ἐν ᾧ φαίνεται γεγραφώς, τῇ μὲν προτέρᾳ τῶν ἐκκλησιῶν συμβουλεύειν τὸν βουλόμενον, τῇ δʼ ὑστέρᾳ τοὺς προέδρους ἐπιψηφίζειν τὰς γνώμας, λόγον δὲ μὴ προτιθέναι, ἐν ᾗ[*]( ᾗ Bekker: ᾧ MSS.) μέ φησιν αὐτὸς Φιλοκράτει συνειπεῖν.

Ψήφισμα

οὐκοῦν τὰ μὲν ψηφίσματα, ὡς ἐξ ἀρχῆς ἐγράφη, μένει, οἱ δὲ τῶν συκοφαντῶν λόγοι πρὸς τοὺς ἐφʼ ἡμέραν καιροὺς λέγονται. ποιεῖ δέ μου τὴν δημηγορίαν ὁ μὲν κατήγορος διαιρετήν, τὸ ψήφισμα δὲ καὶ τἀληθὲς μίαν· λόγον γὰρ μὴ προτιθέντων[*]( λόγον . . . προτιθέντων Cobet: λόγων . . . προτεθέντων MSS.) εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων,[*]( προέδρων Cobet: προέδρων κωλυόντων MSS.) οὐκ εἰπεῖν. τί δʼ ἂν καὶ βουλόμενος, εἴπερ ταὐτὰ Φιλοκράτει προειλόμην, κατηγόρουν μὲν πρὸς τοὺς αὐτοὺς ἀκροατὰς τῇ προτεραίᾳ, μίαν δὲ νύκτα διαλιπὼν συνηγόρουν; πότερα ὡς αὐτὸς εὐδοξήσων, ἢ ὡς ἐκεῖνον ὠφελήσων; ἀλλʼ οὐκ ἐνῆν οὐδέτερα[*]( οὐδέτερα Sakorraphos: ἀμφύτερα MSS.) ἐξενέγκασθαι, ἀλλʼ ὑπὸ πάντων μὲν μισεῖσθαι, περαίνειν δὲ μηδέν.

κάλει δέ μοι καὶ Ἀμύντορα Ἑρχιέα, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. ὃν δὲ τρόπον γέγραπται, προδιελθεῖν ὑμῖν βούλομαι. μαρτυρεῖ Ἀμύντωρ Αἰσχίνῃ, ὅτε ἐβουλεύετο ὁ δῆμος περὶ τῆς συμμαχίας τῆς πρὸς Φίλιππον κατὰ τὸ Δημοσθένους ψήφισμα, ἐν τῇ ὑστέρᾳ τῶν δυοῖν ἐκκλησιῶν, ὅτε οὐκ ἐξῆν δημηγορεῖν, ἀλλὰ τὰ περὶ τῆς εἰρήνης καὶ συμμαχίας ψηφίσματα ἐπεψηφίζετο,

ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα[*]( The MSS. have ψήφισμα γεγραμμένον · Blass brackets γεγραμμένον.) ἑαυτῷ, ἐφʼ ᾧ ἐπεγέγραπτο τὸ[*]( τὸ added by Markland.) Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ[*]( δῷ Markland: δῷ τῷ γραμματεῖ MSS.) τοῖς προέδροις ἐπιψηφίσαι,[*]( τοῖς προέδροις ἐπιψηφίσαι Blass (ἐπιψηφίσαι Markland) · ἐπιψηφίσασθαι τοῖς προέδροις MSS.) καὶ εἶναι, ἐφʼ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφʼ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει. κάλει δέ μοι Ἀμύντορα Ἑρχιέα, καὶ ἐκκλήτευε, ἐὰν μὴ θέλῃ δευρὶ παρεῖναι.