On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

ἐφʼ ἅπασι δʼ ἡμῖν ἀνίσταται τελευταῖος Δημοσθένης, καὶ τερατευσάμενος, ὥσπερ εἴωθε, τῷ σχήματι καὶ τρίψας τὴν κεφαλήν, ὁρῶν ἐπισημαινόμενον τὸν δῆμον καὶ ἀποδεδεγμένον[*]( ἀποδεδεγμένον Scaliger: δεδεγμένον MSS.) τοὺς παρʼ ἐμοῦ λόγους, ἀμφοτέρων ἔφη θαυμάζειν, καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων, ὅταν παρέντες τὸν χρόνον, οἱ μὲν τὸν τοῦ βουλεύεσθαι, οἱ δὲ τὸν τοῦ συμβουλεύειν, ἀποδιατρίβωσι τὴν ὑπερόριον λαλιὰν ἀγαπῶντες ἐν τοῖς οἰκείοις πράγμασιν· οὐδὲν γὰρ εἶναι ῥᾷον ἢ πρεσβείαν ἀπαγγεῖλαι.

βούλομαι δʼ ὑμῖν ἔφη καὶ ἐπιδεῖξαι, ὡς δεῖ τὸ πρᾶγμα γίγνεσθαι. ἅμα δʼ ἐκέλευσεν ἀναγνωσθῆναι τὸ ψήφισμα τοῦ δήμου. ἀναγνωσθέντος δὲ εἶπεν, ὅτι κατὰ τοῦτο ἐξεπέμφθημεν, καὶ ταῦτα ἐπράττομεν ἃ ἐνταυθοῖ γέγραπται. λαβὲ δή μοι καὶ τὴν ἐπιστολὴν ἣν ἥκομεν παρὰ Φιλίππου φέροντες. ἐπειδὴ δὲ ἀνεγνώσθη, ἀπέχετε ἔφη τὴν ἀπόκρισιν, καὶ λοιπὸν ὑμῖν ἐστι βουλεύσασθαι.

θορυβησάντων δʼ ἐπʼ αὐτῷ τῶν μέν, ὡς δεινός τις εἴη καὶ σύντομος, τῶν δὲ πλειόνων, ὡς πονηρὸς καὶ φθονερός, σκέψασθε δὲ ἔφη ὡς συντόμως καὶ τἆλλα πάντα ἀπαγγελῶ. ἐδόκει δεινὸς[*]( δεινὸς Auger: μνημονικὸς καὶ δεινὸς MSS.) εἶναι λέγειν Αἰσχίνῃ Φίλιππος, ἀλλʼ οὐκ ἐμοί, ἀλλʼ εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη. ἐδόκει Κτησιφῶντι τὴν ὄψιν λαμπρὸς εἶναι, ἐμοὶ δʼ οὐ χείρων Ἀριστόδημος ὁ ὑποκριτής,

παρῆν δʼ ἡμῖν καὶ συνεπρέσβευε. μνημονικόν τις αὐτόν φησιν εἶναι· καὶ γὰρ ἕτεροι. πιεῖν[*]( πιεῖν Cobet: συμπιεῖν MSS. cp. ii. 112.) δεινὸς ἦν· Φιλοκράτης ὁ μεθʼ ἡμῶν δεινότερος. λόγον τίς φησιν ἐμοὶ καταλιπεῖν ὑπὲρ Ἀμφιπόλεως· ἀλλʼ οὔτʼ ἂν ὑμῖν ὁ ῥήτωρ οὗτος οὔτʼ ἂν ἐμοὶ λόγου μεταδοίη. ταυτὶ μὲν οὖν