On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

ὡς γὰρ δεῦρʼ ἤλθομεν καὶ πρὸς τὴν βουλὴν ἐπὶ κεφαλαίων τὴν πρεσβείαν ἀπηγγείλαμεν, καὶ τὴν ἐπιστολὴν ἀπέδομεν τὴν παρὰ Φιλίππου, ἐπαινέτης ἦν ἡμῶν Δημοσθένης πρὸς τοὺς συμβουλευτάς,[*]( τοὺς συμβουλευτάς Blass: τοὺς βουλεύοντας or τοὺς αὐτοὺς συμβουλευτάς MSS.) καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν συγχαίρειν τῇ πόλει, ὅτι τοιούτους ἄνδρας ἐπὶ τὴν πρεσβείαν ἐξέπεμψεν, οἳ καὶ τῇ πίστει καὶ λέγοντες[*]( καὶ τῇ πίστει καὶ λέγοντες Blass: καὶ τοῖς λόγοις καὶ τῇ πίστει λέγοντες MSS.) ἦσαν ἄξιοι τῆς πόλεως.

ὑπὲρ ἐμοῦ δὲ εἶπέ τι τοιοῦτον, ὡς οὐ ψευσαίμην τὰς τῶν ἑλομένων με ἐπὶ τὴν πρεσβείαν ἐλπίδας. τέλος δὲ πάντων· ἔγραψε γὰρ ἡμᾶς στεφανῶσαι θαλλοῦ στεφάνῳ ἕκαστον εὐνοίας ἕνεκα τῆς εἰς τὸν δῆμον, καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον. ὅτι δʼ οὐδὲν ψεῦδος εἴρηκα πρὸς ὑμᾶς, λαβέτω μοι τὸ ψήφισμα ὁ γραμματεύς, καὶ τὰς τῶν συμπρέσβεων μαρτυρίας ἀναγνώτω.

Ψήφισμα Μαρτυρίαι

ἐπειδὴ τοίνυν ἀπηγγέλλομεν τὴν πρεσβείαν ἐν τῷ δήμῳ, εἶπε παρελθὼν πρῶτος ἡμῶν[*]( πρῶτος ἡμῶν Weidner: the MSS. have διὰ τὴν ἡλικίαν before or after these words.) Κτησιφῶν ἄλλους τέ τινας λόγους καὶ τοὺς πρὸς Δημοσθένην αὐτῷ συγκειμένους ἐρεῖν, περί τε τῆς ἐντεύξεως τῆς Φιλίππου καὶ τῆς ἰδέας αὐτοῦ καὶ τῆς ἐν τοῖς πότοις ἐπιδεξιότητος. καὶ μετὰ τοῦτον Φιλοκράτους εἰπόντος μικρὰ καὶ Δερκύλου, παρῆλθον ἐγώ.

ἐπειδὴ δὲ τὴν ἄλλην διεξῆλθον πρεσβείαν, ἀπήντησα καὶ πρὸς τὸν λόγον ὃν ἐν τοῖς συμπρέσβεσι διωμολογησάμην, εἰπὼν ὅτι καὶ μνημονικῶς καὶ δυνατῶς ὁ Φίλιππος εἴποι· καὶ τὴν δέησιν οὐκ ἐπελαθόμην τὴν Δημοσθένους, ὅτι ταχθείη λέγειν, ἐάν τι παραλίπωμεν ἡμεῖς, ὑπὲρ Ἀμφιπόλεως.