On the Embassy
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
διέβαλλε δέ, κἀκεῖνον διαιρούμενος τὸν λόγον, ὡς ἀπαγγέλλειν τἀληθῆ βουλόμενος, ὑπʼ ἐμοῦ καὶ Φιλοκράτους κωλυθείη. ἐγὼ δʼ ὑμᾶς ἡδέως ἂν ἐροίμην, εἴ τις πώποτε Ἀθηναίων πρεσβευτὴς ἐκπεμφθείς, ἐφʼ οἷς πεπρέσβευκε κεκώλυται πρὸς τὸν δῆμον ἀπαγγέλλειν, καὶ ταῦτα παθὼν καὶ ἀτιμασθεὶς ὑπὸ τῶν συμπρέσβεων, τούτους ἔγραψʼ ἂν[*]( ἔγραψʼ ἂν the editor: ἔγραψεν MSS.) ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον. Δημοσθένης τοίνυν ἥκων ἀπὸ τῆς ὑστέρας πρεσβείας, ἐν ᾗ φησι τὰ τῶν Ἑλλήνων πράγματα ἀνατραπῆναι, οὐκ ἐν τῷ ψηφίσματι μόνον ἡμᾶς ἐπῄνει,
ἀλλʼ ἀπαγγείλαντος πρὸς τὸν δῆμον ἐμοῦ τοὺς περὶ τῶν Ἀμφικτυόνων λόγους καὶ Βοιωτῶν, οὐχ ὥσπερ νῦν συντέμνοντος οὐδʼ ἐπειγομένου, ἀλλʼ ὡς ἐδυνάμην κατὰ ῥῆμα ἀκριβέστατα, καὶ τοῦ δήμου σφόδρα ἀποδεχομένου, παρακληθεὶς ὑπʼ ἐμοῦ μετὰ τῶν ἄλλων συμπρέσβεων καὶ ἐρωτώμενος,[*]( ἐρωτώμενος Cobet: διερωτώμενος MSS.) εἰ τἀληθῆ καὶ ταὐτὰ ἀπαγγέλλω πρὸς Ἀθηναίους ἅπερ πρὸς Φίλιππον εἶπον, πάντων μαρτυρούντων καὶ ἐπαινούντων με τῶν συμπρέσβεων, ἐπαναστὰς ἐπὶ πᾶσιν οὐκ ἔφη με, ὥσπερ ἐκεῖ,[*]( After ἐκεῖ the MSS. have εἶπον · Blass brackets εἶπον.) οὕτως ἐν τῷ παρόντι λέγειν, ἀλλʼ ἐκεῖ διπλασίῳ[*]( διπλασίῳ Bekker: διπλασίως MSS.) ἄμεινον. καὶ τούτων ὑμεῖς οἱ τὴν ψῆφον μέλλοντες φέρειν ἐστέ μοι μάρτυρες.
καίτοι τίς ἂν αὐτῷ καλλίων καιρὸς ἐγένετο, ἢ τότʼ ἐξελέγχειν εὐθύς, εἴ τι τὴν πόλιν ἐξηπάτων; φῂς γάρ με ἐν μὲν τῇ προτέρᾳ πρεσβείᾳ λαθεῖν σαυτὸν συνεστηκότα ἐπὶ τὴν πόλιν, ἐν δὲ τῇ ὑστέρᾳ αἰσθέσθαι, ἐν ᾗ συναγορεύων μοι φαίνῃ. κἀκείνης μὲν ἅμα κατηγορῶν οὐ φῂς κατηγορεῖν, τῆς δʼ ἐπὶ τοὺς ὅρκους κατηγορεῖς. καίτοι εἰ τὴν εἰρήνην ψέγεις, σὺ καὶ τὴν συμμαχίαν ἔγραψας· καὶ Φίλιππος εἴ τι τὴν πόλιν ἐξηπάτα, διὰ τοῦτο ἐψεύδετο, ὅπως τῆς εἰρήνης ἥπερ[*]( ἥπερ H. Wolf: εἴπερ (or εἴ τι) MSS.) συνέφερεν αὐτῷ τύχοι. οὐκοῦν ἡ μὲν προτέρα πρεσβεία τὸν καιρὸν τοῦτον εἶχεν, ἡ δʼ ὑστέρα ἐπὶ πεπραγμένοις ἐγίγνετο.
τίνες οὖν ἦσαν αἱ ἀπάται, ταῦτα γὰρ τοῦ γόητος ἀνθρώπου, ἐξ ὧν εἴρηκε λογίσασθε. εἰσπλεῖν μέ φησιν ἐν μονοξύλῳ πλοίῳ κατὰ τὸν Λοιδίαν[*]( Λοιδίαν Reiske (Harpocration): Λυδίαν MSS.) ποταμὸν τῆς νυκτὸς ὡς Φίλιππον, καὶ τὴν ἐπιστολὴν τὴν δεῦρο ἐλθοῦσαν Φιλίππῳ γράψαι. ὁ μὲν γὰρ Λεωσθένης, ὁ φεύγων ἐνθένδε διὰ τοὺς συκοφάντας, οὐ δυνατὸς ἦν ἐπιδεξίως ἐπιστολὴν γράψαι, ὃν οὐκ ὀκνοῦσί τινες ἀποφαίνεσθαι μετὰ Καλλίστρατον τὸν Ἀφιδναῖον τῶν ἄλλων μάλιστα εἰπεῖν δύνασθαι·