On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

τὴν μὲν οὖν ἀρχὴν τῆς στρατείας ταύτης ὁσίαν καὶ δικαίαν ἀπεφηνάμην εἶναι· συλλεγέντων δὲ τῶν Ἀμφικτυόνων εἰς τὸ ἱερὸν καὶ τυχόντων σωτηρίας καὶ ψήφου, τοὺς αἰτίους τῆς ἐξ ἀρχῆς καταλήψεως τοῦ ἱεροῦ δίκης ἠξίουν τυχεῖν, μὴ τὰς πατρίδας αὐτῶν, ἀλλʼ αὐτοὺς τοὺς χειρουργήσαντας καὶ βουλεύσαντας, τὰς δὲ πόλεις παρεχούσας εἰς κρίσιν τοὺς ἀδικήσαντας ἀζημίους εἶναι. εἰ δʼ ἐπεξελθὼν δυνάμει βεβαιώσεις τὰ Θηβαίων ἀδικήματα, παρʼ ὧν μὲν βοηθεῖς οὐκ ἀπολήψῃ χάριν· οὐ γὰρ ἂν δύναιο αὐτοὺς τηλικαῦτα εὐεργετῆσαι, ἡλίκα Ἀθηναῖοι πρότερον, ὧν οὐ μέμνηνται· οὓς δʼ ἐγκαταλείψεις, ἀδικήσεις, χρήσῃ δʼ ἐχθροῖς μείζοσιν, ἀλλʼ οὐ φίλοις.

ἵνα δὲ μὴ διατρίβω τοὺς ἐκεῖ λόγους ῥηθέντας νυνὶ πρὸς ὑμᾶς ἀκριβῶς διεξιών, ἐν κεφαλαίῳ περὶ πάντων εἰπὼν παύσομαι. ἡ μὲν τύχη καὶ Φίλιππος ἦσαν τῶν ἔργων κύριοι, ἐγὼ δὲ τῆς εἰς ὑμᾶς εὐνοίας καὶ τῶν λόγων. παρʼ ἐμοῦ μὲν οὖν ἐρρήθη τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῖν, ἀπέβη δὲ οὐχ ὡς ἡμεῖς ηὐχόμεθα, ἀλλʼ ὡς Φίλιππος ἔπραξε. πότερον οὖν ὁ μηδὲν προθυμηθεὶς ἐργάσασθαι ἀγαθὸν δίκαιός ἐστιν εὐδοξεῖν, ἢ ὁ μηδὲν ὧν ἦν δυνατὸς ἐλλιπών;[*]( ἐλλιπών Hamaker: ἐλλείπων MSS.) ἐν δὲ τῷ παρόντι νυνὶ πολλὰ διὰ τὸν καιρὸν παραλείπω.

εἶπε δέ, ὡς ἐψευδολόγουν φάσκων ὀλίγων ἡμερῶν τὰς Θήβας ἔσεσθαι ταπεινάς, καὶ τοὺς Εὐβοέας ὡς ἐφόβουν, προάγων εἰς ἐλπίδας κενὰς[*]( κενὰς Markland: τινὰς MSS.) ὑμᾶς. ὃ δὲ ποιεῖ, καταμάθετε, ὦ ἄνδρες Ἀθηναῖοι. ἐγὼ γὰρ παρὰ Φιλίππῳ μὲν ὢν ἠξίωσα, πρὸς δʼ ὑμᾶς ἥκων ἀπήγγελλον, ὅτι τὰς Θήβας Βοιωτίαν δίκαιον ἡγοίμην εἶναι, καὶ μὴ τὴν Βοιωτίαν Θήβας. τοῦτο οὐκ ἀπαγγεῖλαι, ἀλλʼ ὑποσχέσθαι μέ φησιν.

ἔλεγον δὲ πρὸς ὑμᾶς, ὅτι Κλεοχάρης ὁ Χαλκιδεὺς θαυμάζειν ὑμῶν καὶ Φιλίππου φαίη τὴν ἐξαίφνης ὁμόνοιαν, ἄλλως τε καὶ[*]( ἄλλως τε καὶ Blass: ὡς καὶ τὸ or καὶ τὸ MSS.) προστεταγμένον ἡμῖν, πράττειν ἀγαθὸν ὅ τι ἂν δυνώμεθα·[*]( δυνώμεθα Weidner: δυνώμεθα ἐν τῷ ψηφίσματι MSS.) τοὺς γὰρ μικροπολίτας, ὥσπερ αὐτός, φοβεῖν τὰ τῶν μειζόνων ἀπόρρητα. ταῦτα οὐ διηγήσασθαί με φησίν, ἀλλʼ ἐπηγγέλθαι τὴν Εὔβοιαν παραδώσειν. ἐγὼ δὲ ὑπειλήφειν δεῖν τὴν πόλιν τὴν ὑπὲρ τῶν ὅλων μέλλουσαν βουλεύεσθαι μηδενὸς λόγου Ἑλληνικοῦ ἀνήκοον εἶναι.