Against Timarchus
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
τίνι δʼ ὑμῶν οὐκ εὔγνωστός ἐστιν ἡ Τιμάρχου βδελυρία; ὥσπερ γὰρ τοὺς γυμναζομένους, κἂν μὴ παρῶμεν ἐν τοῖς γυμνασίοις, εἰς τὰς εὐεξίας αὐτῶν ἀποβλέποντες γιγνώσκομεν, οὕτω τοὺς πεπορνευμένους, κἂν μὴ παρῶμεν αὐτῶν τοῖς ἔργοις, ἐκ τῆς ἀναιδείας καὶ τοῦ θράσους καὶ τῶν ἐπιτηδευμάτων γιγνώσκομεν. ὁ γὰρ ἐπὶ τῶν μεγίστων τοὺς νόμους καὶ τὴν σωφροσύνην ὑπεριδών, ἔχει τινὰ ἕξιν τῆς ψυχῆς ἣ διάδηλος ἐκ τῆς ἀκοσμίας τοῦ τρόπου γίγνεται.
πλείστους δʼ ἂν εὕροιτʼ ἐκ τῶν τοιούτων ἀνθρώπων πόλεις ἀνατετροφότας καὶ ταῖς μεγίσταις συμφοραῖς αὐτοὺς περιπεπτωκότας. μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι,[*]( ὦ ἄνδρες Ἀθηναῖοι Blass: ὦ Ἀθηναῖοι MSS.) τὰς τῶν ἀδικημάτων ἀρχὰς ἀπὸ θεῶν, ἀλλʼ οὐκ ἀπʼ[*]( οὐκ ἀπʼ Bremi: οὐχ ὑπʼ MSS.) ἀνθρώπων ἀσελγείας γίγνεσθαι, μηδὲ τοὺς ἠσεβηκότας, καθάπερ ἐν ταῖς τραγῳδίαις, Ποινὰς ἐλαύνειν καὶ κολάζειν δᾳσὶν ἡμμέναις·
ἀλλʼ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν ἡγεῖσθαι, ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτʼ εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει, ταῦτά ἐστιν ἑκάστῳ Ποινή, ταῦτα παρακελεύεται σφάττειν τοὺς πολίτας, ὑπηρετεῖν τοῖς τυράννοις, συγκαταλύειν τὸν δῆμον. οὐ γὰρ τὴν αἰσχύνην οὐδʼ ἃ πείσονται λογίζονται, ἀλλʼ ἐφʼ οἷς κατορθώσαντες εὐφρανθήσονται, τούτοις κεκήληνται. ἐξαιρεῖτʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς τοιαύτας φύσεις, καὶ τὰ τῶν νέων ζηλώματα ἐπʼ ἀρετὴν προτρέψεσθε.[*]( προτρέψεσθε Cobet: προτρέψασθε MSS.)
εὖ ἐπίστασθε, καὶ μοι σφόδρα τὸ μέλλον ῥηθήσεσθαι διαμνημονεύετε, εἰ μὲν δώσει τῶν ἐπιτηδευμάτων Τίμαρχος δίκην, ἀρχὴν εὐκοσμίας ἐν τῇ πόλει κατασκευάσετε· εἰ δʼ ἀποφεύξεται, κρείττων ἦν ὁ ἀγὼν μὴ γεγενημένος. πρὶν μὲν γὰρ εἰς κρίσιν Τίμαρχον καταστῆναι, φόβον τισὶ παρεῖχεν ὁ νόμος καὶ τὸ τῶν δικαστηρίων ὄνομα· εἰ δʼ ὁ πρωτεύων βδελυρία καὶ γνωριμώτατος εἰσελθὼν περιγενήσεται, πολλοὺς ἁμαρτάνειν ἐπαρεῖ, καὶ τελευτῶν οὐχ ὁ λόγος, ἀλλʼ ὁ καιρὸς ὑμᾶς ἐξοργιεῖ.