Against Timarchus
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
ἔπειθʼ οἱ μὲν πατέρες ὑμῶν οὕτω περὶ τῶν αἰσχρῶν καὶ καλῶν διεγίγνωσκον, ὑμεῖς δὲ Τίμαρχον τὸν τοῖς αἰσχίστοις ἐπιτηδεύμασιν ἔνοχον ἀφήσετε; τὸν ἄνδρα μὲν καὶ ἄρρενα τὸ σῶμα, γυναικεῖα δὲ ἁμαρτήματα ἡμαρτηκότα; τίς οὖν ὑμῶν γυναῖκα λαβὼν ἀδικοῦσαν τιμωρήσεται; ἢ τίς οὐκ ἀπαίδευτος εἶναι δόξει τῇ μὲν κατὰ φύσιν ἁμαρτανούσῃ χαλεπαίνων, τῷ δὲ παρὰ φύσιν ἑαυτὸν ὑβρίσαντι συμβούλῳ χρώμενος;
τίνα δʼ ἔχων ἕκαστος ὑμῶν γνώμην ἐπάνεισιν οἴκαδε ἐκ τοῦ δικαστηρίου; οὔτε γὰρ ὁ κρινόμενος ἀφανής, ἀλλὰ γνώριμος, οὔθʼ ὁ νόμος ὁ περὶ τῆς τῶν ῥητόρων δοκιμασίας φαῦλος, ἀλλὰ κάλλιστος, τό τʼ ἐρέσθαι τοῖς παισὶ καὶ τοῖς μειρακίοις τοὺς ἑαυτῶν οἰκείους, ὅπως τὸ πρᾶγμα κέκριται, πρόχειρον.
τί οὖν δὴ λέξετε οἱ τῆς ψήφου νυνὶ γεγονότες κύριοι, ὅταν οἱ ὑμέτεροι παῖδες ὑμᾶς ἔρωνται, εἰ κατεδικάσατε ἢ ἀπεψηφίσασθε; οὐχ ἅμα Τίμαρχον ἀπολῦσαι ὁμολογήσετε, καὶ τὴν κοινὴν παιδείαν ἀνατρέψετε; τί δʼ ὄφελος παιδαγωγοὺς τρέφειν ἢ παιδοτρίβας καὶ διδασκάλους τοῖς παισὶν ἐφιστάναι, ὅταν οἱ τὴν τῶν νόμων παρακαταθήκην ἔχοντες πρὸς τὰς αἰσχύνας κατακάμπτωνται;
θαυμάζω δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο, εἰ τοὺς μὲν πορνοβοσκοὺς μισεῖτε, τοὺς δʼ ἑκόντας πεπορνευμένους ἀφήσετε· καὶ ὡς ἔοικεν ὁ αὐτὸς οὗτος ἀνὴρ ἱερωσύνην μὲν οὐδενὸς θεῶν κληρώσεται, ὡς οὐκ ὢν ἐκ τῶν νόμων καθαρὸς τὸ σῶμα γράψει δʼ ἐν τοῖς ψηφίσμασιν εὐχὰς ὑπὲρ τῆς πόλεως ταῖς σεμναῖς θεαῖς. εἶτα τί θαυμάζομεν τὴν κοινὴν ἀπραξίαν, τοιούτων ῥητόρων ἐπὶ τὰς τοῦ δήμου γνώμας ἐπιγραφομένων; καὶ τὸν αἰσχρῶς οἴκοι βεβιωκότα ἔξω τῆς πόλεως πρεσβευτὴν πέμψομεν, καὶ τούτῳ περὶ τῶν μεγίστων διαπιστεύσομεν; τί δʼ οὐκ ἂν ἀποδοῖτο ὁ τὴν τοῦ σώματος ὕβριν πεπρακώς; τίνα δʼ ἂν οὗτος ἐλεήσειεν ὁ αὑτὸν οὐκ ἐλεήσας;