Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μορφὴν δʼ οὐκ ἀγανὴν παναμειδήτοισι προσώποις·
  2. κάρχαρον, οὐλόμενον, ταναὸν στόμα, κυανέη ῥίς,
  3. ὄμμα θοόν, σφυρὸν ὠκύ, τορὸν δέμας, εὐρὺ κάρηνον,
  4. χεῖρες χερσὶ βροτῶν ἴκελαι, πόδες αὖτε πόδεσσι,
  5. σμερδαλέη βρυχή, δολερὸν κέαρ, ἄγριον ἦτορ,
  6. καὶ πολλὴ Κυθέρεια καὶ οὐ κατὰ κόσμον ἰοῦσα·
  7. ἤματα γὰρ καὶ νύκτας ἐελδόμεναι φιλότητος
  8. αὐταὶ θηλύτεραι μάλʼ ἐπʼ ἄρσεσιν ὁρμαίνουσι,
  9. παῦρα μεθιέμεναι γαμίης παντερπέος εὐνῆς,
  10. τέκνα κυϊσκόμεναι νηδὺν ὅτε κυμαίνουσι.
  11. οὐ γάρ τοι θήρεσσι νόμος, γαστὴρ ὅτε πλήθει,
  12. ἐς λέχος ἐρχομένοις τελέειν φιλοτήσιον ἔργον,
  13. νόσφι μόνων λυγγῶν ὀλιγοδρανέων τε λαγωῶν.
  14. ἄρκτος δʼ ἱμείρουσα γάμου στυγέουσά τε λέκτρον
  15. χῆρον ἔχειν τόσα παισὶ ταλάσσατο μητίσασθαι·
  16. πρὶν τοκετοῖο μολεῖν ὥρην, πρὶν κύριον ἦμαρ,
  17. νηδὺν ἐξέθλιψε, βιάσσατο τʼ Εἰλειθυίας.
  18. τόσση μαχλοσύνη, τόσσος δρόμος εἰς Ἀφροδίτην.
  19. τίκτει δʼ ἡμιτέλεστα καὶ οὐ μεμελισμένα τέκνα,
  20. σάρκα δʼ ἄσημον, ἄναρθρον, ἀείδελον ὠπήσασθαι,