Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀξὺ μὲν ἔκλαγεν αἶψα καὶ ἄνθορεν ὀξὺ λακοῦσα,
  2. αὐχένα δʼ ὑψόσʼ ἄειρεν ἐς ἠέρα γυρώσασα
  3. καὶ πάσαις ἑκάτερθε θοῶς ἔφριξεν ἐθείραις
  4. καὶ πτερὰ πάντα χάλασσε ποτὶ χθόνα· τοὶ δʼ ἄρα δειλοὶ
  5. τεῖχος ὑπʼ εὐπτέρυγον πρυλέες τρύζουσι νεοσσοί·
  6. ἡ δὲ καὶ ἂψ ἐφόβησε καὶ ἤλασεν ὄρνιν ἀναιδῆ,
  7. εἰρυμένη φίλα τέκνα, τά τʼ εἰσέτι νήπια φέρβει,
  8. ἄπτερα λυσιτόκων[*](vv. ll. λυσικόμων, λυσιτόμων.) θαλάμων[*](πτερύγων suprascr. G.) ἀπολύμενα δεσμοῦ.
  9. ὣς δὲ καὶ ἐν θήρεσσιν ἐρίβρυχοί τε λέαιναι
  10. πορδάλιές τε θοαὶ καὶ τίγριδες αἰολόνωντοι
  11. παισὶ πέρι προβεβᾶσι καὶ ἀγρευτῆρσι μάχονται
  12. καί τε περὶ σφετέρων τεκέων τετλᾶσι δαμῆναι,
  13. ἀντίον αἰχμητῇσι συνιστάμεναι μερόπεσσιν·
  14. οὐδέ ποτʼ ἐρρίγασιν ἑῆς ἐν ἀγῶνι γενέθλης
  15. οὐ πληθὺν ἐπιοῦσαν ἀκοντοβόλων αἰζηῶν,
  16. οὐ χαλκὸν σελαγεῦντα καὶ ἀστράπτοντα σίδηρον,
  17. οὐδὲ βολὰς βελέων τε θοὰς μυλάκων τε θαμειάς,
  18. σπεύδουσιν δʼ ἢ πρόσθε θανεῖν ἦ τέκνα σαῶσαι.
  19. ἄρκτοι δʼ ἀγριάδες, φόνιον γένος, αἰολόβουλον,
  20. λάχνην μὲν πυκινὴν δυσπαίπαλον ἀμφιέσαντο,