Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μή με λυγρὴν δμηθέντες ἀμήτορα μητέρα θῆτε.
  2. τοῖα φάμεν δοκέοις· τοὺς δʼ ἑσταότας προπάροιθε
  3. πρῶτα μὲν ἀείδειν στονόεν μέλος ἀμφὶ τεκούσῃ,
  4. αὐτὰρ ἔπειτʼ ἐνέπειν φαίης μεροπήϊον ἠχήν,
  5. ῥηξαμένους βληχήν, στομάτων τʼ ἄπο τοῖον ἀϋτεῖν,
  6. φθεγγομένοις ἰκέλους καὶ λισσομένοισιν ὁμοίους·
  7. πρός σε Διὸς λιτόμεσθα, πρὸς αὐτῆς Ἰοχεαίρης,
  8. λύσεο μητέρα μοι φιλίην, τά δʼ ἄποινα δέδεξο,
  9. ὅσσα φέρειν δυνάμεσθα λυγροὶ περὶ μητέρι δειλῇ,
  10. ἡμέας αἰνομόρους· γνάμψον τεὸν ἄγριον ἦτορ
  11. αἰδόμενος μακάρων τε θέμιν γενέταό τε γῆρας,
  12. εἴ ῥά νύ τοι γενέτης λιπαρὸν κατὰ δῶμα λέλειπται.
  13. τοῖά τις ἂν δόξειε λιταζομένους ἀγορεύειν.
  14. ἀλλʼ ὅτε τευ κραδίην παναμείλιχον ἀθρήσωσιν,
  15. αἰδὼς ὦ πόσση, πόσσος πόθος ἐστὶ τοκήων,
  16. αὐτόδετοι βαίνουσι καὶ αὐτόμολοι περόωσι.
  17. εἰσὶ δʼ ὄϊς ξανθοὶ πυμάτης ἐνὶ τέρμασι Κρήτης,
  18. ἐν χθαμαλῇ γαίῃ Γορτυνίδι, τετρακέρωτες·
  19. λάχνη πορφυρόεσσα δʼ ἐπὶ χροὸς ἐστεφάνωται
  20. πολλή τʼ οὐκ ἁπαλή τε· τάχʼ αἰγὸς ἂν[*](ἄν αἰγὸς MSS.: corr. Turnebus.) ἀντιφερίζοι