Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἰ δέ τις αἰγάγρου κηρόν κέρασιν περιχεύοι,
  2. ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους.
  3. ἔξοχα δʼ αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχοντας
  4. οὓς παῖδας κομέει· γήρᾳ δʼ ἔνι μητέρα παῖδες.
  5. ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισι
  6. γήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν,
  7. ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν,
  8. ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι,
  9. τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς·
  10. ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆας
  11. γηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσῃ·
  12. βρώμην μέν τʼ ὀρέγοὺσιν ἐΰδροσον ἀνθεμόεσσαν,
  13. δρεψάμενοι στομάτεσσι· ποτὸν δʼ ἄρα χείλεσιν ἄκροις
  14. ἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ·
  15. γλώσσῃ δʼ ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν.
  16. εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις,
  17. αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς·
  18. τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι,
  19. λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι·
  20. φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας,