Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντῃ,
  2. συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσιν[*](ὑδατοπήγεσιν MSS.: corr. Guietus.) ἄκραις·
  3. τῇ δʼ αὖτʼ ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο
  4. ἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.
  5. ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης
  6. σμερδαλέον μύκημα· πελώρια δʼ ἴαχον ἀκταὶ
  7. δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης·
  8. γαῖα δʼ ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,
  9. κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.
  10. πάντῃ δʼ εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι,
  11. πάντῃ δʼ ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς
  12. Μεμνόνιον περὶ νηόν, ὅθʼ Ἀσσύριοι ναετῆρες
  13. Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,
  14. ὅν ποτε Πριαμίδῃσιν ἀμυνέμεναι πελάσαντα
  15. θαρσαλέος πόσις ὦκα δαμάσσατο[*](v. l. παρέδραμε.) Δηϊδαμείης.
  16. ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη
  17. πάτρης ἡμετέρης ἐρατῇ Πιμπληΐδι μολπῇ·
  18. νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.
  19. ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,
  20. τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσι