Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὔρεσί τʼ ἀμφότερωθε περίδρομος ἐστεφάνωτο
  2. τειναμένοις ἑκάτερθεν ἐπʼ ἀλλήλοισι κάρηνα·
  3. ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ,
  4. ἐκ δʼ ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο,
  5. αὐτὸς δʼ ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν,
  6. αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων,
  7. χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.
  8. τοὔνεκεν αὐτίκʼ ἔμελλε Διὸς γόνος ἀμφοτέροισι
  9. νάματα μετρήσειν ῥοπάλῳ καὶ χερσὶ κραταιαῖς,
  10. ὕδατα δʼ ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαι
  11. εὐπλοκάμου λίμνης ἠδʼ εὐτροχάλου ποταμοῖο.
  12. ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσεν
  13. ἀμφιβόλων ὀρέων, λῦσεν δʼ ἄπο λάϊνα δεσμά,
  14. καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῇσιν,
  15. ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα,
  16. ἴθυνεν δʼ ἐπὶ θῖνας· ὁ δʼ ἔβραχεν ἠπύτα πόντος
  17. καὶ Συρίου κονάβησε μέλαν δέμας αἰγιαλοῖο.
  18. οὐ τοίω γʼ ἑκάτερθε πολυσμαράγοιο θαλάσσης
  19. ἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρῳ·
  20. ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰ