Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πρῶτα μὲν αἰζηοὶ μή μοι μάλα πίονες ἔστων·
  2. ἦ γάρ τοι σκοπέλοισι θορεῖν μὲν ὑπείροχον ἵππον
  3. χρειὼ ἀναγκαίη, χρειὼ δʼ ἄρα τάφρον ἁλέσθαι.
  4. δηθάκι δʼ ἐν δρυμοῖσιν ἀνάγκη θῆρα δίεσθαι,
  5. ποσσὶν ἐλαφρίζοντα καὶ εὐφόρτοις μελέεσσι.
  6. τῷ μὴ πιαλέοι θήρης ἐπὶ μῶλον ἴοιεν,
  7. μηδʼ ἔτι λεπταλέοι· καὶ γάρ ποτε δηρίσασθαι
  8. θηρσὶν ἐνυαλίοισι χρεὼ πολυαγρέα φῶτα.
  9. τοὔνεκά μοι δέμας ὧδε κερασσάμενοι φορέοιεν,
  10. ἀμφότερον κραιπνόν τε θέειν σθεναρόν τε μάχεσθαι.
  11. καὶ δʼ ἄρα δεξιτερῇ μὲν ἐπικραδάοιεν ἄκοντας
  12. ἀμφιδύμους ταναούς, δρεπάνην δʼ ἐπὶ μεσσόθι ζώνης·
  13. καὶ γὰρ καὶ θήρεσσι πικρὸν φόνον ἐντύνοιντο,
  14. καί τε κακῶν φορέοιεν ἀλεξητήρια φωτῶν.
  15. λαιῇ δὲ πεζὸς μὲν ἄγοι κύνας, ἱππελάτης δὲ
  16. ἵππων ἰθύνειε κυβερνητῆρα χαλινόν.
  17. εὐσταλέως δὲ χιτῶνα καὶ εἰς ἐπιγουνίδα πήξας
  18. ἑλκέσθω, σφίγγοιτο δʼ ἐπημοιβοῖς τελαμῶσιν.
  19. αὐχένος αὖθʼ ἑκάτερθε παρήορον ἐκ παλαμάων
  20. εἷμα περιστέλλοιτʼ ὀπίσω σθεναρῶν ὑπὲρ ὤμων,