Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν
  2. κείνους, τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν,
  3. ὄφρα κε μὴ θήρεσσιν ἀπʼ ὄμματος ὕπνον ἕλοιτο
  4. ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.
  5. μηδʼ ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα
  6. πολλάκι κινύμενον πνοιῇ κελάδοντος ἀήτου
  7. θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι.
  8. ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες·
  9. τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.
  10. ἄλλοτε δʼ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων,
  11. ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο,
  12. καὶ μεσάτου, ποτὲ δʼ ἑσπερίου· ποτὲ δʼ αὖτε καὶ ὄρφνῃ
  13. θῆρας ὑπʼ ἀκτίνεσσι σεληναίης ἐδάμασσαν.
  14. Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆρι
  15. πᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν
  16. εἴαρι φυλλοτόκῳ καὶ φυλλορόῳ φθινοπώρῳ·
  17. ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι
  18. καὶ κυσὶν ὠμηστῇσι θέειν εὐκραέες ὧραι
  19. εἴαρι χρυσείῳ, κρυερῶν νεφέων ἐλατῆρι,
  20. ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα,