Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καί τις ἐπακτήρων πειρηθῆναι σκυλακήων
  2. ἱμείρων, προπάροιθε πυλάων αἰπεινάων
  3. ἢ νέκυν ἢ ζώοντα φέρει παλάμῃσι λαγωόν·
  4. ἑρπύζει δὲ πάροιθε παραιβαδὸν ἀτραπιτοῖο,
  5. πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων,
  6. λαιῇ, δεξιτερῇ, σκολιὴν ὁδὸν ἀμφὶς ἑλίσσων·
  7. ἀλλʼ ὅτε δὴ μάλα πολλὸν ἀπʼ ἄστεος ἠδὲ πυλάων
  8. ἔλθῃ, δὴ τότε βόθρον ὀρυξάμενος κατέθαψε·
  9. νοστήσας δʼ ἐπὶ ἄστυ παλίσσυτος αὐτίκʼ ἀγινεῖ
  10. ἀτραπιτοῖο πέλας κύνα μέρμερον· αὐτὰρ ὅγʼ αἶψα
  11. ὠρίνθη, φριμάᾳ τε λαγωείης ὑπʼ ἀϋτμῆς·
  12. ἴχνια μαστεύει δὲ κατὰ χθονός, οὐδὲ μάλʼ εὑρεῖν
  13. ἱμείρων δύναται· μάλα δʼ ἀσχαλόων ἀλάληται.
  14. ὡς δʼ ὅτε τις κούρη δέκατον περὶ μῆνα σελήνης
  15. πρωτοτόκος λοχίῃσιν ὑπʼ ὠδίνεσσι τυπεῖσα
  16. λύσατο μὲν πλοκάμους, λῦσεν δʼ ἀπὸ δαίδαλα μαζῶν,
  17. ἠδʼ ἀχίτων δειλή τε καὶ ἀκρήδεμνος ἐοῦσα
  18. στρωφᾶται πάντῃ κατὰ δώματα καὶ μογέουσα
  19. ἄλλοτε μὲν πρόδομον μετανίσσεται, ἄλλοτε δʼ αὖτε
  20. ἐς λέχος ἰθύει, ποτὲ δʼ ἐν κονίῃσι ῥιφεῖσα