Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἄνθεσι πληθύει τε πολύπνοος, ἀμφὶ δὲ πάντῃ
- εὐστέφανοι λειμῶνες ἀνήροτα πορφύρουσι,
- καὶ πᾶσαν στιβέεσσιν ἐϋρρίνοισι κύνεσσιν
- ὀσμὴν πρεσβεύτειραν ἀμαλδύνουσιν ἄρουραι·
- αὐτὰρ ἐν εὐκάρπῳ γλυκεροσταφύλῳ φθινοπώρῳ
- ποῖαι καὶ βοτάναι καί τʼ ἄνθεα γηράσκουσι,
- γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή.
- ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων,
- βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμενʼ ἀοιδῆς·
- τοὺς τράφεν ἄγρια φῦλα Βρετανῶν αἰολονώτων·
- αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν.
- τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι
- λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι,
- γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,
- ἀλλʼ ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι
- καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι·
- ῥίνεσι δʼ αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς
- καὶ στιβίῃ πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων
- ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν
- ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν.