Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. καρδαμίδος, Μῆδόν τε καὶ ἐμπρίοντα σίνηπυν.
  2. σὺν δὲ καὶ οἰνηρὴν φλογιῇ τρύγα τεφρώσαιο
  3. ἠὲ πάτον στρουθοῖο κατοικάδος· ἐκ δὲ βαρεῖαν
  4. χεῖρα κατεμματέων ἐρύγοι λωβήμονα κῆρα.
  5. Ἢν δὲ λιπορρίνοιο ποτὸν δυασάλυκτον ἰάψῃ
  6. φαρμακίδος σαύρης πανακηδέος, ἣν σαλαμάνδρην
  7. κλείουσιν, τὴν οὐδὲ πυρὸς λωβήσατο λιγνύς,
  8. αἶψα μὲν ἐπρήσθη γλώσσης βάθος, ἂψ δ’ ὑπὸ μάλκης
  9. δάμνανται, βαρύθων δὲ κακὸς τρόμος ἅψεα λύει·
  10. οἳ δὲ περισφαλόωντες ἅτε βρέφος ἑρπύζουσι
  11. τετραποδί· νοεραὶ γὰρ ἀπὸ φρένες ἀμβλύνονται·