Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- πολλάκι μὲν στέρνοισιν ἀνοιδέον, ἄλλοτε δ’ ἄγχον,
- εὖθ’ ὑπὸ φωλεύοντα τραφῇ βαθὺν ὁλκὸν ἐχίδνης,
- ἰὸν ἀνικμαῖνον στομίων τ’ ἀποφώλιον ἄσθμα.
- κεῖνο κακὸν ζύμωμα, τὸ δὴ ῥ’ ὑδέουσι μύκητας
- παμπήδην, ἄλλῳ γὰρ ἐπ’ οὔνομα κέκριται ἄλλο.
- Ἀλλὰ σύ γ’ ἢ ῥαφάνοιο πόροις σπειρώδεα κόρσην.
- ἢ ῥυτῆς κλώθοντα περὶ σπάδικα κολούσας,
- πολλάκι καὶ χαλκοῖο πάλαι μεμογηότος ἄνθην·
- ἄλλοτε κληματόεσσαν ἐν ὄξεϊ θρύπτεο τέφρην·
- δήποτε ῥιζάδα τρῖβε πυρίτιδα βάμματι χραίνων
- ἢ λίτρον, τοτὲ φύλλον ἐναλδόμενον πρασιῇσι