Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- πίνωσιν, πεπύθοιο καθυπνέας· ἀμφὶ γὰρ ἄκρα
- γυῖα καταψύχουσι, τὰ δ’ οὐκ ἀναπίτναται ὄσσε,
- ἀλλ’ αὕτως βλεφάροισιν ἀκινήεντα δέδηεν·
- ἀμφὶ καὶ ὀδμήεις καμάτῳ περιλείβεται ἱδρὼς
- ἀθρόος, ὠχραίνει δὲ ῥέθος, πίμπρησι δὲ χείλη,
- δέσμα δ’ ἐπεγχαλάουσι γενειάδος, ἐκ δέ τε παῦρον
- αὐχένος ἑλκόμενον ψυχρὸν διανίσσεται ἄσθμα·
- πολλάκι δ’ ἠὲ πελιδνὸς ὄνυξ μόρον ἢ ἔτι μυκτὴρ
- στρεβλὸς ἀπαγγέλλει, ὁτὲ δ’ αὖ κοιλώπεες αὐγαί.
- Ἅσσα σὺ μὴ δείδιχθι, μέλοιο δὲ πάμπαν ἀρωγῆς,
- οἰνάδι καὶ γλυκόεντι ποτῷ κεκαφηότα πιμπλὰς