Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Τῷ δ’ ὁτὲ μὲν γλάγεος καθαρὴν πόσιν ἤλιθα* *,
  2. ἄλλοτε βουκέραος χιληγόνου, ὅρρα κεραίας
  3. εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει,
  4. ἀτμενίῳ μέγ’ ὄνειαρ ὅτ’ ἐμπλώῃσιν ἐλαίῳ·
  5. ἠὲ σύ γ’ αὐαλέον κνίδης σπόρον, ἄλλοτε δ’ αὐτὴν
  6. νείμαις ὠμόβρωτον ἄδην ἀνὰ φυλλάδ’ ἀμέλξαι,
  7. κίχορα, καρδαμίδας τε καὶ ἣν Πέρσειον ἔπουσιν,
  8. ἐν δέ τε νάπειον ῥάφανόν θ’ ἅλις, ἐν δέ τε λεπτὰς
  9. ἄμμιγα κρομμύων γηθυλλίδας· ἤρκεσε δ’ ἄτην
  10. εὐάγλις κώδεια νέον σκορόδοιο ποθεῖσα.
  11. Καί τε σὺ μήκωνος κεβληγόνου ὁππότε δάκρυ