Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἵππειον λειχῆνα, καὶ ἐν κυκλάμινον ἀγείρας·
  2. ἐν καὶ μήκωνος φιαρῆς ὀπὸν, ἀμφὶ καὶ ἄγνου
  3. σπέρματα, βάλσαμον τε καὶ ἐν κινάμοιο βαλέσθαι,
  4. σὺν καὶ σφονδύλειον, ἁλός τ’ ἐμπληθέα κύμβην,
  5. ἄμμιγα καὶ τάμισον καὶ καρκίνον· ἀλλ’ ὁ μὲν εἴη
  6. πτωκὸς, ὁ δ’ ἐν ποταμοῖσι πολυστίοισι νομάζων.
  7. Καὶ τὰ μὲν ἐν στύπεϊ προβαλὼν πολυχανδέος ὅλμου
  8. μάξαι λαϊνέοισιν ἐπιπλήσσων ὑπέροισιν·
  9. αἶψα δ’ ἐπ’ αὐαλέοισι χέας ἀπαρινέα χυλὸν