Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἦμος ὅτε θρόνα πάντα μιῇ ὑπὸ χειρὶ ταράξῃς·
- ἐν μὲν ἀριστολόχεια, καὶ ἴριδος, ἐν δέ τε νάρδου
- ῥίζαι, χαλβανίδες τε σὺν αὐαλέεσσι πυρέθροις
- εἶεν, δαυκείου τε παναλθέος, ἐν δὲ βρυώνης,
- σὺν δέ τε ῥίζεα χαῦνα νεωρυχέος γλυκυσίδης,
- κάρφεά τ’ ἐλλεβόρου μελανόχροος, ἄμμιγα δ’ ἀφρὸς
- λίτρου· σὺν δὲ κύμινα χέαις βλαστόν τε κονύζης,
- ἄμμιγα δ’ ἀγροτέρης σταφίδος λέπος· ἶσα δὲ δάφνης
- σπερμεῖα, κύτισόν τε, κατακνήθειν τε χαμηλὴν