Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. μαστάζειν γενύεσσιν, ἀμελγόμενος δ’ ἀπὸ χυλὸν
  2. τύμμασιν ἡμίβρωτα βάλοις ἔπι λύματα δαιτὸς,
  3. ὄφρα δύην * * * * * * * * * ἀλύξῃς.
  4. Ναὶ μὴν καὶ σικύην χαλκήρεα λοιγέι τύψει
  5. προσμάξας ἰόν τε καὶ ἀθρόον αἷμα κενώσεις,
  6. ἠὲ κράδης γλαγόεντα χέας ὀπὸν, ἠὲ σίδηρον
  7. καυστειρῆς θαλφθεῖσαν ὑπὸ στέρνοισι καμίνου.
  8. Ἄλλοτε φορβάδος αἰγὸς ἐνίπλειον δέρος οἴνης
  9. χραισμήσει τημοῦτος, ἐπὴν σφυρὸν ἢ χέρα κόψῃ·