Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἠὲ σύ γ’ ἕρπυλλον κεροειδέα, πολλάκι κρῆθμον,
  2. ἢ ποίην κυπάρισσον ἀμέργεο, σὺν δὲ καὶ αὐτοῖς
  3. ἄννησον Λιβυκάς τε ποτῷ ἐνικνήθεο ῥίζας.
  4. Ὧν σὺ τότ’ ἀμμίγδην, τοτὲ δ’ ἄνδιχα πίνεο θρύψας
  5. ἐν κελέβῃ, κεράσαι δὲ σὺν ὄξεϊ, πολλάκι δ’ οἴνῃ
  6. ἢ ὕδατι· χραισμεῖ δὲ καὶ ἐνθρυφθέντα γάλακτι.
  7. Ἢν δέ σ' ὁδοιπλανέοντα καὶ ἐν νεμέεσσιν ἀνύδροις
  8. νύχμα κατασπέρχῃ, βεβαρημένος αὐτίκα ῥίζας
  9. ἢ ποίην ἢ σπέρμα παρ’ ἀτραπιτοῖσι χλοάζον