Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- τριπλόον ἐνθρύπτων ὀδελοῦ βάρος ἔνδοθεν οἴνης.
- Φράζεο δ’ αἰγλήεντα χαμαίλεον ἠδὲ καὶ ὀρφνόν·
- δοιοὶ δ’ ἀμφὶς ἔασιν· ὁ μὲν ζοφοείδελος ὠπὴν
- ἤικται σκολύμῳ, τροχεὴν δ’ ἀπεχεύατο χαίτην·
- ῥίζα δέ οἱ βριαρή τε καὶ αἴθαλος, ἠδ’ ὑπὸ κνημοῖς
- σκοιοῖς ἐντελέθει φυξήλιος ἢ νεμέεσσι.
- Τὸν δ’ ἕτερον δήεις αἰεὶ πετάλοισιν ἀγαυρόν·
- μέσση δ’ ἐν κεφαλὴ δύεται πεδόεσσα, μολοβρή·
- ῥίζα δ’ ὑπαργήεσσα, μελίζωρος δὲ πάσασθαι.
- Τῶν δὴ κυανέην μὲν ἀναίνεο, τῆς δ’ ἀπὸ φάρσος
- δραχμαῖον ποταμοῖο πιεῖν ὑδάτεσσι ταράξας.
- Ἄλλην δ’ Ἀλκιβίοιο φερώνυμον ἀγρέο ποίην,
- δράχμα χερὸς πλήσας, παύρῳ δ’ ἐν νέκταρι πίνειν.
- Τὴν μὲν ὑπὸ σκοπέλοισι Φαλακραίοις ἴδ’ ἐπακτὴρ
- Κρύμνης ἀμπεδίον καὶ ἀνὰ Γράσον, ἠδ’ ἵνα θ’ ἵππου
- λειμῶνες σκυλάκεσσιν Ἀμυκλαίῃσι κελεύων·
- κνυζηθμὸν κυνὸς οὖλον ἐπήισε θυμολέοντος,
- ὅς τε μεταλλεύων αἰγὸς ῥόθον ἐν στίβῳ ὕλης
- κανθῷ ἐνὶ ῥαντῆρι τυπὴν ἀνεδέξατ’ ἐχίδνης·