Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Νῦν δ’ ἄγε τοι ῥίζας ἐρέω ἐχίεσσιν ἀρωγούς.
- Ἔνθα δύω ἐχίεια πιφαύσκεο· τῆς δὲ τὸ μέν που
- ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον·
- παῦρον ἐπεὶ, τυτθὸν δὲ καὶ ἐν χθονὶ πυθμένα τείνει.
- Ἡ δ’ ἑτέρη πετάλοισι καὶ ἐν καυλοῖσι θάλεια,
- ὑψηλή· ὀλίγῳ δὲ πέριξ καλχαίνεται ἄνθει·
- βλάστη δ’ ὡς ἔχιος, σφεδανὸν δ’ ἐφύπερθε, κάρηαρ.
- Τῶν μὲν ἀπ’ ἀνδρακάδα προταμὼν ἰσήρεα χραισμεῖν
- ἢ σφέλαι ἢ ὅλμῳ κεάσας ἢ ῥωγάδι πέτρῃ.
- Καί τε σύ γ’ ἠρύγγοιο καὶ ἀνθήεντος ἀκάνθου
- ῥίζεα λειήναιο, φέροις δ’ ἰσορρεπὲς ἄχθος
- ἀμφοῖιν κλώθοντος ἐν ἀρπέζῃσιν ἐρίνου·
- λάζεο δ’ εὐκνήμοιο κόμην βρίθουσαν ὀρείου
- καὶ σπέραδος Νεμεαῖον ἀειφύλλοιο σελίνου·
- σὺν δὲ καὶ ἀννήσοιο τὸ διπλόον ἄχθος ἀείραι
- ῥίζαις ὁλκήεσσαν ὑπὸ πλάστιγγα πεσοῦσαν·
- καὶ τὰ μὲν ὀργάζοιο, καὶ εἰν ἑνὶ τεύχεϊ μίξας
- ἄλλοτε μέν τ’ ἐχίων ὀλοὸν σίνος, ἄλλοτε τύμμα
- σκορπιόεν, τοτὲ δάχματ’ ἐπαλθήσαιο φάλαγγος,